§10.46.1ὅταν δὲ ταῦτα συνθέμενοι χωρισθῶσιν, ἑκάτερον ἐπὶ τοῦ τόπου δεήσει πρῶτον μὲν διόπτραν ἔχειν δύʼ αὐλίσκους ἔχουσαν, ὥστε τοῦ μέλλοντος ἀντιπυρσεύειν τῷ μὲν τὸν δεξιὸν τόπον, τῷ δὲ τὸν εὐώνυμον δύνασθαι θεωρεῖν.
そして、これらの取り決めを行って双方が分かれたとき、それぞれの場所において、まず第一に2つの管を備えた照準器を持っている必要がある。 それは、のろしを返そうとする相手の、一方(の管)で右側の場所を、他方(の管)で左側の場所を観察できるようにするためである。
§10.46.2παρὰ δὲ τὴν διόπτραν ἑξῆς ὀρθὰ δεῖ τὰ πλατεῖα πεπηγέναι,
また、照準器の傍らに順に板を直立させて固定しておかなければならない。
§10.46.3παραπεφράχθαι δὲ καὶ τὸν δεξιὸν καὶ τὸν εὐώνυμον τόπον ἐπὶ δέκα πόδας, τὸ δὲ βάθος ὡς ἀνδρόμηκες, εἰς τὸ τοὺς πυρσοὺς αἰρομένους μὲν παρὰ ταῦτα τὴν φάσιν ἀκριβῆ ποιεῖν, καθαιρουμένους δὲ τὴν κρύψιν.
さらに、右側と左側の場所の両方に、幅10フィート、高さは人一人の背の高さほどの遮蔽物を設けておく。 これは、のろしがそれらの脇に掲げられたときにははっきりと見え、下ろされたときには隠れるようにするためである。
§10.46.4τούτων δʼ ἑτοιμασθέντων παρʼ ἀμφοτέροις, ὅταν βούλῃ δηλῶσαι λόγου χάριν διότι "τῶν στρατιωτῶν τινες εἰς ἑκατὸν ἀποκεχωρήκασι πρὸς τοὺς ὑπεναντίους," πρῶτον δεῖ διαλέξαι τῶν λέξεων, ὅσαι διʼ ἐλαχίστων γραμμάτων δύνανται ταὐτὸ δηλοῦν,
これらが双方で準備されたとき、例えば「兵士たちのうち約100名が敵の方へ脱走した」ということを伝えたい場合、まず、できるだけ少ない文字数で同じ意味を表すことができる言葉を選び出さなければならない。
§10.46.5οἷον ἀντὶ τοῦ προειρημένου "Κρῆτες ἑκατὸν ἀφʼ ἡμῶν ηὐτομόλησαν.
例えば、上記の表現の代わりに「クレタ兵100名、我々から寝返る」とする。
"νῦν γὰρ τὰ μὲν γράμματʼ ἐστὶν ἐλάττω τῶν ἡμίσεων, διασαφεῖται δὲ ταὐτόν.
こうすれば、文字数は半分以下になり、かつ同じ内容が明確に伝わる。
§10.46.6τούτου δὲ γραφέντος εἰς πινάκιον, οὕτω δηλωθήσεται τοῖς πυρσοῖς.
これを小板に書き留めたら、のろしによって次のように伝達される。
πρῶτον δʼ ἐστὶ γράμμα τὸ κάππα·
最初の文字はカッパである。
§10.46.7τοῦτο δʼ ἐστὶν ἐν τῇ δευτέρᾳ μερίδι καὶ τῷ δευτέρῳ πλατείῳ.
この文字は、第2のグループ(第2の板)にある。
δεήσει δὲ καὶ πυρσοὺς ἐκ τῶν εὐωνύμων δύʼ αἴρειν, ὥστε τὸν ἀποδεχόμενον γινώσκειν ὅτι δεῖ τὸ δεύτερον πλατεῖον ἐπισκοπεῖν.
したがって、左側からのろしを2本掲げる必要があり、これによって受け手は、第2の板を見るべきであることを知る。
§10.46.8εἶτʼ ἐκ τῶν δεξιῶν ἀρεῖ πέντε, διασαφῶν ὅτι κάππα·
次に、右側から5本ののろしを掲げ、それがカッパであることを明示する。
τοῦτο γὰρ πέμπτον ἐστὶ τῆς δευτέρας μερίδος, ὃ δεήσει γράφειν εἰς τὸ πινάκιον τὸν ἀποδεχόμενον τοὺς πυρσούς.
これは第2のグループの5番目の文字であり、のろしを受け取る者はこれを小板に書き留めなければならないからである。
§10.46.9εἶτα τέτταρας ἐκ τῶν εὐωνύμων, ἐπεὶ τὸ ῥῶ τῆς τετάρτης ἐστὶ μερίδος.
次に、ローは第4のグループにあるので、左側から4本ののろしを掲げる。
εἶτα δύο πάλιν ἐκ τῶν δεξιῶν·
次に、再び右側から2本を掲げる。
δεύτερον γάρ ἐστι τῆς τετάρτης.
これは第4グループの2番目の文字だからである。
ἐξ οὗ τὸ ῥῶ γράφει [ὁ δεχόμενος τοὺς πυρσούς]·
これによって[のろしを受け取る者は]ローを書き留める。
καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον.
残りの文字も同様の方法で行う。
§10.46.10προδηλοῦται μὲν οὖν πᾶν τὸ προσπῖπτον ὡρισμένως κατὰ ταύτην τὴν ἐπίνοιαν,
このようにして、突発するあらゆる事態がこの考案によって明確に予告される。