§10.37.1Ἀσδρούβας μὲν οὖν ἐν τοιαύταις περιστάσεσι πολλὰς καὶ ποικίλας ἐποιεῖτο περὶ τῶν ἐπιφερομένων πραγμάτων ἐννοίας.
ハスドルバルはこのような境遇にあって、迫りつつある情勢について多くの多様な考えを巡らせていた。
§10.37.2ἐλύπει μὲν γὰρ αὐτὸν ἡ περὶ τὸν Ἀνδοβάλην ἀπόστασις, ἐλύπει δὲ καὶ τὰ κατὰ τὴν ἀντιπαραγωγὴν καὶ τὴν ἀλλοτριότητα τὴν ὑπάρχουσαν αὐτῷ πρὸς τοὺς ἄλλους στρατηγούς·
というのも、アンドバレスの離反が彼を悩ませており、また他の将軍たちとの対立や彼らとの間に存在する不和も彼を悩ませていたからである。
ἠγωνία δὲ καὶ τὴν Ποπλίου παρουσίαν.
さらに彼はプブリウスの到来をも恐れていた。
§10.37.3καὶ τὸ λοιπὸν ἤδη προσδοκῶν αὐτὸν ἥξειν μετὰ τῶν δυνάμεων, θεωρῶν δʼ αὑτὸν μὲν ἐγκαταλειπόμενον ὑπὸ τῶν Ἰβήρων, τοῖς δὲ Ῥωμαίοις πάντας ὁμοθυμαδὸν προσχωροῦντας, ἐπί τινας λογισμοὺς κατήντησε τοιούτους.
そして今や彼が軍勢を率いてやって来ることを予期し、また自分がイベリア人たちに見捨てられる一方で、全員が一丸となってローマ人たちに味方しているのを見て、彼は以下のような判断に至った。
§10.37.4προέθετο γὰρ διότι δεῖ παρεσκευασμένον τὰ δυνατὰ συμβαλεῖν πρὸς μάχην τοῖς ὑπεναντίοις, κἂν μὲν ἡ τύχη δῷ τὸ νικᾶν, βουλεύσασθαι μετὰ ταῦτα περὶ τῶν ἑξῆς ἀσφαλῶς·
すなわち、できる限りの準備を整えた上で敵と交戦すべきであり、もし運命が勝利を与えてくれるならば、その後に、今後のことについて安全に計画を立てようと決意した。
§10.37.5ἂν δʼ ἀντιπίπτῃ τὰ κατὰ τὴν μάχην, ποιεῖσθαι τὴν ἀποχώρησιν μετὰ τῶν διασῳζομένων ἐξ αὐτῆς εἰς Γαλατίαν, κἀκεῖθεν παραλαβόντα τῶν βαρβάρων ὡς πλείστους βοηθεῖν εἰς τὴν Ἰταλίαν καὶ κοινωνεῖν Ἀννίβᾳ τἀδελφῷ τῶν αὐτῶν ἐλπίδων.
しかし、もし戦闘が不利に運ぶならば、戦闘から生き残った者たちを連れてガリアへと撤退し、そこからできるだけ多くの蛮族を率いてイタリアへ救援に赴き、兄ハンニバルと運命を共にしようと考えた。
§10.37.6Ἀσδρούβας μὲν δὴ ταῦτα διανοηθεὶς πρὸς τούτοις ἦν·
ハスドルバルはこのように考えて、これらのことに没頭していた。
Πόπλιος δὲ προσδεξάμενος Γάιον τὸν Λαίλιον καὶ διακούσας τῶν παραγγελλομένων ὑπὸ τῆς συγκλήτου, προῇγε τὰς δυνάμεις ἀναλαβὼν ἐκ τῆς παραχειμασίας, ἀπαντώντων αὐτῷ κατὰ τὴν δίοδον τῶν Ἰβήρων, ἑτοίμως καὶ προθύμως συνεξορμώντων.
一方、プブリウスはガイウス・ラエリウスを迎え入れて元老院からの指令を詳しく聞き、軍勢を冬営から引き連れて前進した。 道中、イベリア人たちが彼を出迎え、喜んで速やかに共に出征した。
§10.37.7οἱ δὲ περὶ τὸν Ἀνδοβάλην πάλαι μὲν διεπέμποντο πρὸς τὸν Πόπλιον, τότε δὲ πλησιάσαντος αὐτοῦ τοῖς τόποις ἧκον ὡς αὐτὸν ἐκ τῆς παρεμβολῆς ἅμα τοῖς φίλοις, καὶ συμμίξαντες ἀπελογίσαντο περὶ τῆς προγεγενημένης σφίσι φιλίας πρὸς Καρχηδονίους, ὁμοίως δὲ καὶ τὰς χρείας καὶ τὴν ὅλην πίστιν ἐνεφάνιζον, ἣν ἐτύγχανον ἐκείνοις παρεσχημένοι.
アンドバレスの側近たちはかねてよりプブリウスのもとに使者を送っていたが、その時彼がこの地方に近づいたので、陣営から友人たちを伴って彼のもとへとやって来た。 そして合流すると、以前の自分たちとカルタゴ人との友好関係について申し開きをし、同様に、自分たちが彼らに提供していた貢献や忠誠のすべてを明らかにした。
§10.37.8μετὰ δὲ ταῦτα τὰς ἀδικίας ἐξηγοῦντο καὶ τὰς ὕβρεις τὰς ἐξ ἐκείνων ἀπηντημένας.
その後彼らは、カルタゴ人たちから被った不義や侮辱について詳しく語った。
§10.37.9διόπερ ἠξίουν τὸν Πόπλιον αὐτὸν κριτὴν γίνεσθαι τῶν λεγομένων, κἂν μὲν φανῶσιν ἀδίκως ἐγκαλοῦντες Καρχηδονίοις, σαφῶς γινώσκειν αὐτὸν ὡς οὐδὲ τὴν πρὸς Ῥωμαίους δύνανται τηρεῖν πίστιν·
それゆえ彼らは、プブリウス自身に自分たちの主張の裁決者となってくれるよう求め、もし自分たちがカルタゴ人を不当に告発していると判明したならば、自分たちはローマ人に対しても忠誠を守ることはできないと彼自身がはっきりとみなしてよい、とした。
§10.37.10ἐὰν δὲ πολλὰς ἀδικίας ἀναλογιζόμενοι κατʼ ἀνάγκην ἀφιστῶνται τῆς εὐνοίας τῆς ἐκείνων, καλὰς ἐλπίδας ἔχειν διότι νῦν ἑλόμενοι τὰ Ῥωμαίων βεβαίως τηρήσουσι τὴν πρὸς αὐτοὺς εὔνοιαν.
しかし、多くの不義を顧みてやむを得ず彼らの好意から離脱したのであるならば、今やローマ人の側を選んだ以上、ローマ人に対する好意を固く守り抜くだろうという大いなる期待を抱いてほしい、とした。