Humanitext Reader

ポリュビオス · 歴史 §10.38.1-10.38.10

スキピオと首長らの同盟とバイクラへの進軍

684 / 1311 箇所 · ギリシア語

要旨

プブリウスはイベリアの首長たちと協定を結び、彼らの娘たちを返還した。その後、ハスドルバルが防備を固めるバイクラに接近し、包囲を恐れて戦闘を決意する。

§10.38.1καὶ πλείω πρὸς τοῦτο τὸ μέρος αὐτῶν διαλεχθέντων, ἐπεὶ κατέπαυσαν τὸν λόγον, μεταλαβὼν ὁ Πόπλιος καὶ τοῖς ὑπʼ ἐκείνων εἰρημένοις ἔφη πιστεύειν, μάλιστα δὲ γινώσκειν τὴν Καρχηδονίων ὕβριν ἔκ τε τῆς εἰς τοὺς ἄλλους Ἴβηρας καὶ μάλιστα τῆς εἰς τὰς ἐκείνων γυναῖκας καὶ θυγατέρας ἀσελγείας,
καὶ πλείω πρὸς τοῦτο τὸ μέρος αὐτῶν διαλεχθέντων, ἐπεὶ κατέπαυσαν τὸν λόγον, μεταλαβὼν ὁ Πόπλιος καὶ τοῖς ὑπʼ ἐκείνων εἰρημένοις ἔφη πιστεύειν, μάλιστα δὲ γινώσκειν τὴν Καρχηδονίων ὕβριν ἔκ τε τῆς εἰς τοὺς ἄλλους Ἴβηρας καὶ μάλιστα τῆς εἰς τὰς ἐκείνων γυναῖκας καὶ θυγατέρας ἀσελγείας, 彼らがこの点についてさらに多くを語り、その話を終えると、プブリウスは発言を引き継いで、彼らの語ったことを自分も信じると言い、さらにカルタゴ人の傲慢さを、他のイベリア人に対するもの、とりわけ彼らの妻や娘たちに対する非道な行いから特によく知っていると述べた。
§10.38.2ἃς αὐτὸς παρειληφὼς νῦν οὐχ ὁμήρων ἐχούσας διάθεσιν, ἀλλʼ αἰχμαλώτων καὶ δούλων, οὕτως τετηρηκέναι τὴν πίστιν ὡς οὐδʼ ἂν αὐτοὺς ἐκείνους τηρῆσαι πατέρας ὑπάρχοντας.
ἃς αὐτὸς παρειληφὼς νῦν οὐχ ὁμήρων ἐχούσας διάθεσιν, ἀλλʼ αἰχμαλώτων καὶ δούλων, οὕτως τετηρηκέναι τὴν πίστιν ὡς οὐδʼ ἂν αὐτοὺς ἐκείνους τηρῆσαι πατέρας ὑπάρχοντας. 彼女たちが人質としてではなく、今は捕虜や奴隷の身分であったにもかかわらず、自分が彼女たちを引き取って以来、たとえ実の父親であっても守れなかったであろうほどに誠実に守り抜いた、と彼は語った。
§10.38.3τῶν δʼ ἀνθομολογησαμένων διότι παρακολουθοῦσι καὶ προσκυνησάντων αὐτὸν καὶ προσφωνησάντων βασιλέα πάντων, οἱ μὲν παρόντες ἐπεσημήναντο τὸ ῥηθέν, ὁ δὲ Πόπλιος ἐντραπεὶς θαρρεῖν αὐτοῖς παρῄνει·
τῶν δʼ ἀνθομολογησαμένων διότι παρακολουθοῦσι καὶ προσκυνησάντων αὐτὸν καὶ προσφωνησάντων βασιλέα πάντων, οἱ μὲν παρόντες ἐπεσημήναντο τὸ ῥηθέν, ὁ δὲ Πόπλιος ἐντραπεὶς θαρρεῖν αὐτοῖς παρῄνει· τεύξεσθαι γὰρ ἔφη σφᾶς ἁπάντων τῶν φιλανθρώπων ὑπὸ Ῥωμαίων. 彼らはそのことを理解していると同意し、彼を拝して全員の「王」と呼んだが、同席していた者たちがその発言を歓呼して支持した一方で、プブリウスはきまり悪そうに自制し、彼らに安心するよう勧めた。
τεύξεσθαι γὰρ ἔφη σφᾶς ἁπάντων τῶν φιλανθρώπων ὑπὸ Ῥωμαίων.
なぜなら、彼らはローマ人からあらゆる親切な扱いを受けるであろうと言ったからである。
§10.38.4καὶ παραυτίκα μὲν ἐκ χειρὸς τὰς θυγατέρας ἀπέδωκε, τῇ δʼ ἐπαύριον ἐποιεῖτο τὰς συνθήκας πρὸς αὐτούς.
καὶ παραυτίκα μὲν ἐκ χειρὸς τὰς θυγατέρας ἀπέδωκε, τῇ δʼ ἐπαύριον ἐποιεῖτο τὰς συνθήκας πρὸς αὐτούς. そして、彼はただちに手ずから娘たちを引き渡し、翌日、彼らと協定を結んだ。
§10.38.5ἦν δὲ τὸ συνέχον τῶν ὁμολογηθέντων ἀκολουθεῖν τοῖς Ῥωμαίων ἄρχουσι καὶ πείθεσθαι τοῖς ὑπὸ τούτων παραγγελλομένοις.
ἦν δὲ τὸ συνέχον τῶν ὁμολογηθέντων ἀκολουθεῖν τοῖς Ῥωμαίων ἄρχουσι καὶ πείθεσθαι τοῖς ὑπὸ τούτων παραγγελλομένοις. 合意された内容の要点は、ローマの将軍たちに従い、彼らから指示される命令に服従することであった。
§10.38.6γενομένων δὲ τούτων ἀναχωρήσαντες εἰς τὰς αὑτῶν παρεμβολὰς καὶ παραλαβόντες τὰς δυνάμεις, ἧκον πρὸς τὸν Πόπλιον, καὶ στρατοπεδεύσαντες ὁμοῦ τοῖς Ῥωμαίοις προῆγον ἐπὶ τὸν Ἀσδρούβαν.
γενομένων δὲ τούτων ἀναχωρήσαντες εἰς τὰς αὑτῶν παρεμβολὰς καὶ παραλαβόντες τὰς δυνάμεις, ἧκον πρὸς τὸν Πόπλιον, καὶ στρατοπεδεύσαντες ὁμοῦ τοῖς Ῥωμαίοις προῆγον ἐπὶ τὸν Ἀσδρούβαν. これが済むと、彼らは自分たちの陣営へと戻り、軍勢を率いてプブリウスのもとにやって来て、ローマ軍と同じ場所に宿営してハスドルバルに向けて進軍した。
§10.38.7ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς ἐτύγχανε μὲν διατρίβων ἐν τοῖς περὶ Κασταλῶνα τόποις περὶ Βαίκυλα πόλιν οὐ μακρὰν τῶν ἀργυρείων μετάλλων·
ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς ἐτύγχανε μὲν διατρίβων ἐν τοῖς περὶ Κασταλῶνα τόποις περὶ Βαίκυλα πόλιν οὐ μακρὰν τῶν ἀργυρείων μετάλλων· カルタゴの将軍は、カスタロ周辺の地方、銀山から遠くないバイクラという町の近くに滞在していた。
§10.38.8πυθόμενος δὲ τὴν παρουσίαν τῶν Ῥωμαίων μετεστρατοπέδευσε, καὶ λαβὼν ἐκ μὲν τῶν ὄπισθεν ποταμὸν ἀσφαλῆ, παρὰ δὲ τὴν κατὰ πρόσωπον πλευρὰν τοῦ χάρακος ἐπίπεδον τόπον, ὀφρὺν προβεβλημένην ἔχοντα καὶ βάθος ἱκανὸν πρὸς ἀσφάλειαν καὶ μῆκος πρὸς ἔκταξιν, ἔμενεν ἐπὶ τῶν ὑποκειμένων, προτιθέμενος ἐπὶ τὴν ὀφρὺν ἀεὶ τὰς ἐφεδρείας.
πυθόμενος δὲ τὴν παρουσίαν τῶν Ῥωμαίων μετεστρατοπέδευσε, καὶ λαβὼν ἐκ μὲν τῶν ὄπισθεν ποταμὸν ἀσφαλῆ, παρὰ δὲ τὴν κατὰ πρόσωπον πλευρὰν τοῦ χάρακος ἐπίπεδον τόπον, ὀφρὺν προβεβλημένην ἔχοντα καὶ βάθος ἱκανὸν πρὸς ἀσφάλειαν καὶ μῆκος πρὸς ἔκταξιν, ἔμενεν ἐπὶ τῶν ὑποκειμένων, προτιθέμενος ἐπὶ τὴν ὀφρὺν ἀεὶ τὰς ἐφεδρείας. ローマ軍の到来を知ると彼は宿営地を移動させ、背後には安全な川を控え、陣営の正面側には、前方に突出した稜線を持ち、安全を確保するのに十分な高さと陣形を展開するのに十分な長さを持つ平坦な土地を確保し、その配置にとどまり、稜線の上には常に予備兵を前方配置していた。
§10.38.9ὁ δὲ Πόπλιος ἐγγίσας προθύμως μὲν εἶχε πρὸς τὸ διακινδυνεύειν, ἀπόρως δὲ διέκειτο, θεωρῶν τοὺς τόπους εὐφυεῖς ὄντας πρὸς τὴν τῶν ἐναντίων ἀσφάλειαν.
ὁ δὲ Πόπλιος ἐγγίσας προθύμως μὲν εἶχε πρὸς τὸ διακινδυνεύειν, ἀπόρως δὲ διέκειτο, θεωρῶν τοὺς τόπους εὐφυεῖς ὄντας πρὸς τὴν τῶν ἐναντίων ἀσφάλειαν. プブリウスは接近すると、戦う意欲はあったものの、その場所が敵の安全確保に極めて適しているのを見て、どうすべきか困惑した。
§10.38.10οὐ μὴν ἀλλὰ προσανασχὼν δύʼ ἡμέρας καὶ διαγωνιάσας μὴ συνεπιγενομένων τῶν περὶ τὸν Μάγωνα καὶ τὸν τοῦ Γέσκωνος Ἀσδρούβαν πανταχόθεν αὐτὸν οἱ πολέμιοι περιστῶσιν, ἔκρινε παραβάλλεσθαι καὶ καταπειράζειν τῶν ὑπεναντίων.
οὐ μὴν ἀλλὰ προσανασχὼν δύʼ ἡμέρας καὶ διαγωνιάσας μὴ συνεπιγενομένων τῶν περὶ τὸν Μάγωνα καὶ τὸν τοῦ Γέσκωνος Ἀσδρούβαν πανταχόθεν αὐτὸν οἱ πολέμιοι περιστῶσιν, ἔκρινε παραβάλλεσθαι καὶ καταπειράζειν τῶν ὑπεναντίων. それでも二日間待ち、マゴやゲスコンの子ハスドルバルの軍勢が合流して敵が四方から自分を包囲することを懸念したため、危険を冒してでも敵への攻撃を試みることを決意した。

語釈・文法注

  1. 10.38.1πλείω πρὸς τοῦτο τὸ μέρος αὐτῶν διαλεχθέντων — 独立分詞構文。αὐτῶν は分詞 διαλεχθέντων の意味上の主語。πλείω πρὸς τοῦτο τὸ μέρος は「この点に関してさらに多くのこと」を意味する対格の目的語。
  2. 10.38.2ὡς οὐδʼ ἂν αὐτοὺς ἐκείνους τηρῆσαι πατέρας ὑπάρχοντας — ὡς に導かれる結果節内の ἂν τηρῆσαι は、反実仮想または潜在の直説法過去(ἂν ἐτήρησαν)か希求法(ἂν τηρήσειαν)が間接話法で不定詞化したもの。πατέρας ὑπάρχοντας は対格の主語 αὐτοὺς ἐκείνους に一致する分詞で、「父親である彼ら自身(であっても)」と譲歩的に訳す。
  3. 10.38.3τῶν δʼ ἀνθομολογησαμένων διότι παρακολουθοῦσι — 複数の属格分詞が関係代名詞に由来する τῶν にかかる独立分詞構文。接続詞 διότι は「なぜなら」ではなく、「〜ということ」という名詞節(ὅτι 節に相当)を導き、分詞の目的語となる。
  4. 10.38.8λαβὼν ἐκ μὲν τῶν ὄπισθεν ποταμὸν ἀσφαλῆ, παρὰ δὲ τὴν κατὰ πρόσωπον πλευρὰν τοῦ χάρακος ἐπίπεδον τόπον, ὀφρὺν προβεβλημένην ἔχοντα — 分詞 λαβὼν の目的語は ποταμὸν と ἐπίπεδον τόπον の二つ。後者の ἐπίπεδον τόπον を、現在分詞 ἔχοντα が修飾している。ὀφρὺν は「(丘などの)縁、稜線」を意味し、προβεβλημένην (前方に突き出た)に修飾されている。
  5. 10.38.10διαγωνιάσας μὴ συνεπιγενομένων τῶν περὶ τὸν Μάγωνα... πανταχόθεν αὐτὸν οἱ πολέμιοι περιστῶσιν — 懸念を意味する分詞 διαγωνιάσας(深く懸念して)に導かれ、接続法(περιστῶσιν)を伴う μὴ 節(〜ではないかと恐れて)が続いている。その中に、主語を τῶν περὶ τὸν Μάγωνα... とする属格独立分詞構文(συνεπιγενομένων...)が挿入されている。

この箇所を引用する

ポリュビオス, 歴史 §10.38.1-10.38.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.38.1-10.38.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。