§10.37.1Ἀσδρούβας μὲν οὖν ἐν τοιαύταις περιστάσεσι πολλὰς καὶ ποικίλας ἐποιεῖτο περὶ τῶν ἐπιφερομένων πραγμάτων ἐννοίας.
于是,哈斯德鲁巴在这样的境况下,对即将到来的局势进行了诸多而复杂的考量。
§10.37.2ἐλύπει μὲν γὰρ αὐτὸν ἡ περὶ τὸν Ἀνδοβάλην ἀπόστασις, ἐλύπει δὲ καὶ τὰ κατὰ τὴν ἀντιπαραγωγὴν καὶ τὴν ἀλλοτριότητα τὴν ὑπάρχουσαν αὐτῷ πρὸς τοὺς ἄλλους στρατηγούς· ἠγωνία δὲ καὶ τὴν Ποπλίου παρουσίαν.
因为安多巴莱斯的背叛让他感到苦恼,而他与其他将领之间的对立与不和也同样让他苦恼;此外,他还对普布利乌斯的到来感到忧虑。
§10.37.3καὶ τὸ λοιπὸν ἤδη προσδοκῶν αὐτὸν ἥξειν μετὰ τῶν δυνάμεων, θεωρῶν δʼ αὑτὸν μὲν ἐγκαταλειπόμενον ὑπὸ τῶν Ἰβήρων, τοῖς δὲ Ῥωμαίοις πάντας ὁμοθυμαδὸν προσχωροῦντας, ἐπί τινας λογισμοὺς κατήντησε τοιούτους.
并且由于预料到普布利乌斯此时已将率军前来,又看到自己被伊比利亚人抛弃、而所有人均万众一心投奔罗马人,他便得出了如下的考量。
§10.37.4προέθετο γὰρ διότι δεῖ παρεσκευασμένον τὰ δυνατὰ συμβαλεῖν πρὸς μάχην τοῖς ὑπεναντίοις, κἂν μὲν ἡ τύχη δῷ τὸ νικᾶν, βουλεύσασθαι μετὰ ταῦτα περὶ τῶν ἑξῆς ἀσφαλῶς· §10.37.5ἂν δʼ ἀντιπίπτῃ τὰ κατὰ τὴν μάχην, ποιεῖσθαι τὴν ἀποχώρησιν μετὰ τῶν διασῳζομένων ἐξ αὐτῆς εἰς Γαλατίαν, κἀκεῖθεν παραλαβόντα τῶν βαρβάρων ὡς πλείστους βοηθεῖν εἰς τὴν Ἰταλίαν καὶ κοινωνεῖν Ἀννίβᾳ τἀδελφῷ τῶν αὐτῶν ἐλπίδων.
因为他决定:应当尽一切可能做好准备,与敌人交战,而如果命运赐予胜利,此后便可安全地规划接下来的事情;但如果战斗遭遇挫折,他将带着战斗中的幸存者撤退到高卢,并从那里招募尽可能多的蛮族人前往意大利支援,与兄长汉尼拔共享同样的希望。
§10.37.6Ἀσδρούβας μὲν δὴ ταῦτα διανοηθεὶς πρὸς τούτοις ἦν·
哈斯德鲁巴在作此考虑后,便致力于这些事务。
Πόπλιος δὲ προσδεξάμενος Γάιον τὸν Λαίλιον καὶ διακούσας τῶν παραγγελλομένων ὑπὸ τῆς συγκλήτου, προῇγε τὰς δυνάμεις ἀναλαβὼν ἐκ τῆς παραχειμασίας, ἀπαντώντων αὐτῷ κατὰ τὴν δίοδον τῶν Ἰβήρων, ἑτοίμως καὶ προθύμως συνεξορμώντων.
而普布利乌斯在迎回盖乌斯·莱里乌斯并详细听取了元老院的指示后,便带领军队离开冬营前进,沿途伊比利亚人纷纷前来迎接,欣然且踊跃地一同出征。
§10.37.7οἱ δὲ περὶ τὸν Ἀνδοβάλην πάλαι μὲν διεπέμποντο πρὸς τὸν Πόπλιον, τότε δὲ πλησιάσαντος αὐτοῦ τοῖς τόποις ἧκον ὡς αὐτὸν ἐκ τῆς παρεμβολῆς ἅμα τοῖς φίλοις, καὶ συμμίξαντες ἀπελογίσαντο περὶ τῆς προγεγενημένης σφίσι φιλίας πρὸς Καρχηδονίους, ὁμοίως δὲ καὶ τὰς χρείας καὶ τὴν ὅλην πίστιν ἐνεφάνιζον, ἣν ἐτύγχανον ἐκείνοις παρεσχημένοι.
安多巴莱斯及其随从早就一直在向普布利乌斯派遣使者,此时当他临近该地区时,他们便与朋友们一同从营地来到他身边,相见之后,他们就此前与迦太基人的友好关系进行了申辩,并同样陈述了他们曾向对方提供过的协助与全部忠诚。
§10.37.8μετὰ δὲ ταῦτα τὰς ἀδικίας ἐξηγοῦντο καὶ τὰς ὕβρεις τὰς ἐξ ἐκείνων ἀπηντημένας.
在此之后,他们详细说明了自己从对方那里遭受的不公和侮辱。
§10.37.9διόπερ ἠξίουν τὸν Πόπλιον αὐτὸν κριτὴν γίνεσθαι τῶν λεγομένων, κἂν μὲν φανῶσιν ἀδίκως ἐγκαλοῦντες Καρχηδονίοις, σαφῶς γινώσκειν αὐτὸν ὡς οὐδὲ τὴν πρὸς Ῥωμαίους δύνανται τηρεῖν πίστιν· §10.37.10ἐὰν δὲ πολλὰς ἀδικίας ἀναλογιζόμενοι κατʼ ἀνάγκην ἀφιστῶνται τῆς εὐνοίας τῆς ἐκείνων, καλὰς ἐλπίδας ἔχειν διότι νῦν ἑλόμενοι τὰ Ῥωμαίων βεβαίως τηρήσουσι τὴν πρὸς αὐτοὺς εὔνοιαν.
因此,他们恳请普布利乌斯本人对他们所说的话进行裁决,如果发现他们对迦太基人的指控是不公正的,那么他可以确信,他们也同样无法对罗马人保持忠诚;但如果是因为考虑到诸多不公而被迫放弃对迦太基人的好意,那么他大可抱有良好的希望,因为现在既然选择了罗马人的阵营,他们必将坚定地保持对罗马人的好意。