§10.27.1ἔστι τοίνυν ἡ Μηδία κατά τε τὸ μέγεθος τῆς χώρας ἀξιοχρεωτάτη τῶν κατὰ τὴν Ἀσίαν δυναστειῶν καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὰς ἀρετὰς τῶν ἀνδρῶν, ὁμοίως δὲ καὶ τῶν ἵππων·
さて、メディアは領土の広さにおいても、住民の多さや人々の優秀さ、同様にまた馬の優秀さにおいても、アジアの国々の中で最も有力な国である。
§10.27.2τοῖς γὰρ ζῴοις τούτοις σχεδὸν ἅπασαν χορηγεῖ τὴν Ἀσίαν τῷ καὶ τὰ βασιλικὰ συστήματα τῶν ἱπποτροφιῶν Μήδοις ἐπιτετράφθαι διὰ τὴν τῶν τόπων εὐφυΐαν.
というのも、この国はアジアのほぼ全体にこれらの動物を供給しているのであり、それはまた、土地の適性の良さのために、王室の養馬群の管理がメディア人に委ねられているからである。
§10.27.3περιοικεῖται δὲ πόλεσιν Ἑλληνίσι κατὰ τὴν ὑφήγησιν τὴν Ἀλεξάνδρου, φυλακῆς ἕνεκεν τῶν συγκυρούντων αὐτῇ βαρβάρων πλὴν Ἐκβατάνων.
また、メディアは、エクバタナを除いて、隣接する蛮族に対する防衛のために、アレクサンドロスの指示に従ってギリシア人の都市に囲まれている。
§10.27.4αὕτη δʼ ἔκτισται μὲν ἐν τοῖς πρὸς τὰς ἄρκτους μέρεσι τῆς Μηδίας, ἐπίκειται δὲ τοῖς περὶ τὴν Μαιῶτιν καὶ τὸν Εὔξεινον μέρεσι τῆς Ἀσίας,
この都市はメディアの北部に建てられており、マイオティス海やエウクセイノス海の周辺にあるアジアの地域に臨んでいる。
§10.27.5ἦν δὲ βασίλειον ἐξ ἀρχῆς Μήδων, πλούτῳ δὲ καὶ τῇ τῆς κατασκευῆς πολυτελείᾳ μέγα τι παρὰ τὰς ἄλλας δοκεῖ διενηνοχέναι πόλεις.
そこは当初からメディア人の王宮であり、富と建造物の豪華さにおいて、他の諸都市を大きく引き離していると思われる。
§10.27.6κεῖται μὲν οὖν ὑπὸ τὴν παρώρειαν τὴν παρὰ τὸν Ὀρόντην, ἀτείχιστος οὖσα, ἄκραν δʼ ἐν αὑτῇ χειροποίητον ἔχει, θαυμασίως πρὸς ὀχυρότητα κατεσκευασμένην.
さて、そこはオロンテス山脈に沿った山麓に位置し、城壁はないが、内部に人工の砦を有しており、それは防御のために驚くほど見事に造られている。
§10.27.7ὑπὸ δὲ ταύτην ἐστὶ βασίλεια, περὶ ὧν καὶ τὸ λέγειν κατὰ μέρος καὶ τὸ παρασιωπᾶν ἔχει τινʼ ἀπορίαν·
この砦の下に王宮があり、それについて詳細に語ることも、沈黙して語らないことも、ある種の困難を伴う。
§10.27.8τοῖς μὲν γὰρ αἱρουμένοις τὰς ἐκπληκτικὰς τῶν διηγήσεων προφέρεσθαι καὶ μετʼ αὐξήσεως ἔνια καὶ διαθέσεως εἰθισμένοις ἐξαγγέλλειν καλλίστην ὑπόθεσιν ἡ προειρημένη πόλις ἔχει, τοῖς δʼ εὐλαβῶς προσπορευομένοις πρὸς πᾶν τὸ παρὰ τὴν κοινὴν ἔννοιαν λεγόμενον ἀπορίαν παρασκευάζει καὶ δυσχρηστίαν.
というのも、驚くべき話を提示することを選び、誇張や脚色を交えて報告することに慣れている者たちにとっては、前述の都市は極めて優れた主題を提供するが、常識を超えるような語り口に対して慎重にアプローチする者たちにとっては、困難と不都合をもたらすからである。
§10.27.9πλὴν ἔστι γε τὰ βασίλεια τῷ μὲν μεγέθει σχεδὸν ἑπτὰ σταδίων ἔχοντα τὴν περιγραφήν, τῇ δὲ τῶν κατὰ μέρος κατασκευασμάτων πολυτελείᾳ μεγάλην ἐμφαίνοντα τὴν τῶν ἐξ ἀρχῆς καταβαλλομένων εὐκαιρίαν.
しかしながら、この王宮は、規模においては周囲ほぼ7スタディオンあり、細部の建造物の豪華さにおいては、最初にその基礎を築いた者たちの多大な資力を示している。
§10.27.10οὔσης γὰρ τῆς ξυλείας ἁπάσης κεδρίνης καὶ κυπαριττίνης, οὐδεμίαν αὐτῶν γεγυμνῶσθαι συνέβαινεν, ἀλλὰ καὶ τὰς δοκοὺς καὶ τὰ φατνώματα καὶ τοὺς κίονας τοὺς ἐν ταῖς στοαῖς καὶ περιστύλοις, τοὺς μὲν ἀργυραῖς, τοὺς δὲ χρυσαῖς λεπίσι περιειλῆφθαι, τὰς δὲ κεραμίδας ἀργυρᾶς εἶναι πάσας.
というのも、木材はすべて杉や糸杉であったが、それらのどれ一つとして剥き出しのままになってはおらず、梁も格天井も、柱廊や中庭の列柱も、あるものは銀の、あるものは金の薄板で覆われており、瓦はすべて銀製であったからである。
§10.27.11τούτων δὲ τὰ μὲν πλεῖστα συνέβη λεπισθῆναι κατὰ τὴν Ἀλεξάνδρου καὶ Μακεδόνων ἔφοδον, τὰ δὲ λοιπὰ κατὰ τὴν Ἀντιγόνου καὶ Σελεύκου τοῦ Νικάνορος δυναστείαν.
これらの大部分は、アレクサンドロスとマケドニア人の侵攻の際に剥ぎ取られ、残りはアンティゴノスとセレウコス・ニカトルの支配期に剥ぎ取られた。
§10.27.12ὅμως δὲ κατὰ τὴν Ἀντιόχου παρουσίαν ὅ τε ναὸς αὐτὸς ὁ τῆς Αἴνης προσαγορευόμενος ἔτι τοὺς κίονας εἶχε τοὺς πέριξ κεχρυσωμένους, καὶ κεραμίδες ἀργυραῖ καὶ πλείους ἐν αὐτῷ συνετέθειντο, πλίνθοι δὲ χρυσαῖ τινες ὀλίγαι μὲν ἦσαν, ἀργυραῖ δὲ καὶ πλείους ὑπέμενον.
それでもなお、アンティオコスの到来の際にも、アイネと呼ばれる神殿自体は周囲の柱に未だ金箔が施されており、その中にはかなりの数の銀の瓦が積み重ねられており、金の煉瓦も少数ながら存在し、銀の煉瓦はより多く残されていた。
§10.27.13ἐκ δὲ πάντων τῶν προειρημένων τὸ χαραχθὲν εἰς τὸ βασιλικὸν ἡθροίσθη νόμισμα μικρῷ λεῖπον τετρακισχιλίων ταλάντων. —
そして、上述のこれらすべてのものから、王の貨幣へと鋳造された額は、4000タラントンにわずかに及ばない額に達した。