§1.88.1τὰ μὲν οὖν ἄλλα μέρη τῆς Λιβύης μετὰ τὴν μάχην εὐθέως ὑπήκουσε τοῖς Καρχηδονίοις·
こうして、リビアの他のすべての地域は、戦闘の後すぐにカルタゴ人たちに服従した。
§1.88.2ἡ δὲ τῶν Ἱππακριτῶν καὶ τῶν Ἰτυκαίων πόλις ἔμενον, οὐδεμίαν ἀφορμὴν ἔχουσαι πρὸς διάλυσιν διὰ τὸ μὴ καταλείπεσθαι σφίσι τόπον ἐλέους μηδὲ συγγνώμης κατὰ τὰς πρώτας ἐπιβολάς.
しかし、ヒッパクリテスとウティカの都市は、最初の蜂起の際に自分たちに憐れみや許しの余地を残していなかったために、和解のためのいかなる足がかりも持たず、抵抗を続けた。
§1.88.3οὕτως καὶ κατὰ ταύτας τὰς ἁμαρτίας μεγάλην ἔχει διαφορὰν ἡ μετριότης καὶ τὸ μηδὲν ἀνήκεστον ἐπιτηδεύειν ἑκουσίως.
このように、このような過ちにあっても、節度を保つこと、また自ら進んで取り返しのつかない暴挙を行わないことは、極めて大きな違いをもたらすのである。
§1.88.4οὐ μὴν ἀλλὰ παραστρατοπεδεύσαντες ᾗ μὲν Ἄννων ᾗ δὲ Βάρκας ταχέως ἠνάγκασαν αὐτοὺς ὁμολογίας ποιήσασθαι καὶ διαλύσεις εὐδοκουμένας Καρχηδονίοις.
とはいえ、一方はハンノン、他方はバルカスが、その周囲に陣を敷くと、彼らは速やかに、カルタゴ人たちに満足のいく合意と和解を結ぶことを余儀なくされた。
§1.88.5ὁ μὲν οὖν Λιβυκὸς πόλεμος εἰς τοιαύτην ἀγαγὼν περίστασιν Καρχηδονίους τοιοῦτον ἔσχε τὸ τέλος ὥστε μὴ μόνον κυριεῦσαι πάλιν τῆς Λιβύης τοὺς Καρχηδονίους, ἀλλὰ καὶ τοὺς αἰτίους τῆς ἀποστάσεως τιμωρήσασθαι καταξίως·
こうして、カルタゴ人たちをこのような危機的状況に陥れたリビア戦争は、カルタゴ人が再びリビアを支配するに留まらず、反乱の首謀者たちに相応の罰を与えるという形で、その終結を迎えた。
§1.88.6τὸ γὰρ πέρας, ἀγαγόντες οἱ νέοι τὸν θρίαμβον διὰ τῆς πόλεως πᾶσαν αἰκίαν ἐναπεδείξαντο τοῖς περὶ τὸν Μάθω.
なぜなら、最後には、若者たちがその凱旋パレードを市内で催し、マトースとその一味に対してあらゆる屈辱と陵虐を加えたからである。
§1.88.7τρία μὲν οὖν ἔτη καὶ τέτταράς που μῆνας ἐπολέμησαν οἱ μισθοφόροι πρὸς τοὺς Καρχηδονίους πόλεμον, ὧν ἡμεῖς ἴσμεν ἀκοῇ μαθόντες, πολύ τι τοὺς ἄλλους ὠμότητι καὶ παρανομίᾳ διενηνοχότα.
こうして傭兵たちは、カルタゴ人たちに対して、およそ三年と四ヶ月にわたり戦争を行った。 これは、我々が伝聞によって知る限りの戦争の中で、残虐さと不法さにおいて、他のあらゆる戦争をはるかに凌駕するものであった。
§1.88.8Ῥωμαῖοι δὲ κατὰ τὸν καιρὸν τοῦτον ὑπὸ τῶν ἐκ τῆς Σαρδόνος αὐτομολησάντων μισθοφόρων πρὸς σφᾶς ἐκκληθέντες ἐπεβάλοντο πλεῖν ἐπὶ τὴν προειρημένην νῆσον.
一方、ローマ人たちはこの時期、サルディニアから自分たちのもとへ脱走してきた傭兵たちに招かれ、前述の島へ航行することを企てた。
τῶν δὲ Καρχηδονίων ἀγανακτούντων,
これに対してカルタゴ人たちが憤慨した。
§1.88.9ὡς αὐτοῖς καθηκούσης μᾶλλον τῆς τῶν Σαρδῴων δυναστείας, καὶ παρασκευαζομένων μεταπορεύεσθαι τοὺς ἀποστήσαντας αὐτῶν τὴν νῆσον, §1.88.10λαβόμενοι τῆς ἀφορμῆς ταύτης οἱ Ῥωμαῖοι πόλεμον ἐψηφίσαντο πρὸς τοὺς Καρχηδονίους, φάσκοντες αὐτοὺς οὐκ ἐπὶ Σαρδονίους, ἀλλʼ ἐπὶ σφᾶς ποιεῖσθαι τὴν παρασκευήν.
サルディニアの主権はむしろ自分たちに帰属するべきであると主張し、自分たちからその島を離反させた者たちを処罰するために軍備を整えていたところ、ローマ人たちはこの口実を捉えて、カルタゴ人たちが軍備を整えているのはサルディニア人に対してではなく、自分たちに対してであると主張し、カルタゴ人に対する戦争を議決した。
§1.88.11οἱ δὲ παραδόξως διαπεφευγότες τὸν προειρημένον πόλεμον, κατὰ πάντα τρόπον ἀφυῶς διακείμενοι κατὰ τὸ παρὸν πρὸς τὸ πάλιν ἀναλαμβάνειν τὴν πρὸς Ῥωμαίους ἀπέχθειαν,
一方、前述の戦争を奇跡的に生き延びたばかりのカルタゴ人たちは、現時点ではローマ人との敵対関係を再び再開するにはあらゆる点において極めて不適な状況にあった。
§1.88.12εἴξαντες τοῖς καιροῖς οὐ μόνον ἀπέστησαν τῆς Σαρδόνος, ἀλλὰ καὶ χίλια τάλαντα καὶ διακόσια προσέθηκαν τοῖς Ῥωμαίοις ἐφʼ ᾧ μὴ κατὰ τὸ παρὸν ἀναδέξασθαι τὸν πόλεμον.
それゆえ彼らは時勢に屈し、サルディニアを放棄しただけでなく、現時点での戦争を回避するために、さらに千二百タラントンをローマ人たちに支払った。
ταῦτα μὲν οὕτως ἐπράχθη.
これらの事柄はこのようにして執り行われた。