§1.88.1τὰ μὲν οὖν ἄλλα μέρη τῆς Λιβύης μετὰ τὴν μάχην εὐθέως ὑπήκουσε τοῖς Καρχηδονίοις· §1.88.2ἡ δὲ τῶν Ἱππακριτῶν καὶ τῶν Ἰτυκαίων πόλις ἔμενον, οὐδεμίαν ἀφορμὴν ἔχουσαι πρὸς διάλυσιν διὰ τὸ μὴ καταλείπεσθαι σφίσι τόπον ἐλέους μηδὲ συγγνώμης κατὰ τὰς πρώτας ἐπιβολάς.
因此,在战斗之后,利比亚的其他地区立即归顺了迦太基人;但希帕克里塔和乌提卡两座城市仍在坚持,由于在最初的叛乱中没有给自己留下任何获得宽恕或谅解的余地,它们没有任何达成和解的基础。
§1.88.3οὕτως καὶ κατὰ ταύτας τὰς ἁμαρτίας μεγάλην ἔχει διαφορὰν ἡ μετριότης καὶ τὸ μηδὲν ἀνήκεστον ἐπιτηδεύειν ἑκουσίως.
如此看来,即使在这样的犯错中,保持温和以及避免自愿做出无可挽回的暴行,也具有极大的差别。
§1.88.4οὐ μὴν ἀλλὰ παραστρατοπεδεύσαντες ᾗ μὲν Ἄννων ᾗ δὲ Βάρκας ταχέως ἠνάγκασαν αὐτοὺς ὁμολογίας ποιήσασθαι καὶ διαλύσεις εὐδοκουμένας Καρχηδονίοις.
然而,汉农在一方,巴卡在另一方,在它们周围安营扎寨,很快就迫使它们达成了令迦太基人满意的协议与和解。
§1.88.5ὁ μὲν οὖν Λιβυκὸς πόλεμος εἰς τοιαύτην ἀγαγὼν περίστασιν Καρχηδονίους τοιοῦτον ἔσχε τὸ τέλος ὥστε μὴ μόνον κυριεῦσαι πάλιν τῆς Λιβύης τοὺς Καρχηδονίους, ἀλλὰ καὶ τοὺς αἰτίους τῆς ἀποστάσεως τιμωρήσασθαι καταξίως·
因此,使迦太基人陷入如此险境的利比亚战争就这样结束了:迦太基人不仅重新控制了利比亚,而且对叛乱的首脑给予了应有的惩罚。
§1.88.6τὸ γὰρ πέρας, ἀγαγόντες οἱ νέοι τὸν θρίαμβον διὰ τῆς πόλεως πᾶσαν αἰκίαν ἐναπεδείξαντο τοῖς περὶ τὸν Μάθω.
因为在最后,年轻人们在城里举行了凯旋游行,对马托斯及其同伙施加了各种凌辱和折磨。
§1.88.7τρία μὲν οὖν ἔτη καὶ τέτταράς που μῆνας ἐπολέμησαν οἱ μισθοφόροι πρὸς τοὺς Καρχηδονίους πόλεμον, ὧν ἡμεῖς ἴσμεν ἀκοῇ μαθόντες, πολύ τι τοὺς ἄλλους ὠμότητι καὶ παρανομίᾳ διενηνοχότα.
于是,雇佣兵们对迦太基人进行了大约三年零四个月的战争,在我们通过传闻所知的所有战争中,这场战争在残酷和不法方面都远远超过了其他战争。
§1.88.8Ῥωμαῖοι δὲ κατὰ τὸν καιρὸν τοῦτον ὑπὸ τῶν ἐκ τῆς Σαρδόνος αὐτομολησάντων μισθοφόρων πρὸς σφᾶς ἐκκληθέντες ἐπεβάλοντο πλεῖν ἐπὶ τὴν προειρημένην νῆσον.
与此同时,罗马人受到从撒丁岛叛逃到他们那里的雇佣兵的邀请,企图出航前往上述岛屿。
τῶν δὲ Καρχηδονίων ἀγανακτούντων, §1.88.9ὡς αὐτοῖς καθηκούσης μᾶλλον τῆς τῶν Σαρδῴων δυναστείας, καὶ παρασκευαζομένων μεταπορεύεσθαι τοὺς ἀποστήσαντας αὐτῶν τὴν νῆσον, §1.88.10λαβόμενοι τῆς ἀφορμῆς ταύτης οἱ Ῥωμαῖοι πόλεμον ἐψηφίσαντο πρὸς τοὺς Καρχηδονίους, φάσκοντες αὐτοὺς οὐκ ἐπὶ Σαρδονίους, ἀλλʼ ἐπὶ σφᾶς ποιεῖσθαι τὴν παρασκευήν.
当迦太基人表示愤慨,声称对撒丁岛的统治权更应该属于自己,并准备去惩罚那些使该岛背叛他们的人时,罗马人借此机会,投票决定对迦太基人宣战,声称他们准备军备并不是针对撒丁岛人,而是针对自己。
§1.88.11οἱ δὲ παραδόξως διαπεφευγότες τὸν προειρημένον πόλεμον, κατὰ πάντα τρόπον ἀφυῶς διακείμενοι κατὰ τὸ παρὸν πρὸς τὸ πάλιν ἀναλαμβάνειν τὴν πρὸς Ῥωμαίους ἀπέχθειαν, §1.88.12εἴξαντες τοῖς καιροῖς οὐ μόνον ἀπέστησαν τῆς Σαρδόνος, ἀλλὰ καὶ χίλια τάλαντα καὶ διακόσια προσέθηκαν τοῖς Ῥωμαίοις ἐφʼ ᾧ μὴ κατὰ τὸ παρὸν ἀναδέξασθαι τὸν πόλεμον.
而那些奇迹般地在上述战争中幸存下来的迦太基人,目前在各方面都极不适合重新开始与罗马人的敌对行动,于是他们屈服于时势,不仅放弃了撒丁岛,而且还向罗马人追加了一千二百个塔兰特,以求在目前不承受战争。
ταῦτα μὲν οὕτως ἐπράχθη.
这些事情就这样发生了。