§2.1.1ἐν μὲν τῇ πρὸ ταύτης βύβλῳ διεσαφήσαμεν πότε Ῥωμαῖοι συστησάμενοι τὰ κατὰ τὴν Ἰταλίαν τοῖς ἐκτὸς ἐγχειρεῖν ἤρξαντο πράγμασιν, ἐπὶ δὲ τούτοις πῶς εἰς Σικελίαν διέβησαν καὶ διʼ ἃς αἰτίας τὸν περὶ τῆς προειρημένης νήσου συνεστήσαντο πόλεμον πρὸς Καρχηδονίους,
前巻において、私たちは、ローマ人がイタリアの情勢を整えた後、いつ国外の事柄に着手し始めたか、さらには、どのようにしてシケリアに渡り、いかなる理由によって、前述の島を巡ってカルタゴ人との戦争を開始したかを明らかにした。
§2.1.2μετὰ δὲ ταῦτα πότε πρῶτον συνίστασθαι ναυτικὰς ἤρξαντο δυνάμεις, καὶ τὰ συμβάντα κατὰ τὸν πόλεμον ἑκατέροις ἕως τοῦ τέλους, ἐν ᾧ Καρχηδόνιοι μὲν ἐξεχώρησαν πάσης Σικελίας, Ῥωμαῖοι δʼ ἐπεκράτησαν τῆς ὅλης νήσου πλὴν τῶν ὑφʼ Ἱέρωνι ταττομένων μερῶν.
そしてこの後、いつ彼らが初めて海軍力を組織し始めたか、また、戦争において双方に起こった出来事をその終結に至るまで説明した。 その終結において、カルタゴ人はシケリア全土から撤退し、ローマ人はヒエロンの支配下にある部分を除く島全体を支配下に置くことになった。
§2.1.3ἑξῆς δὲ τούτοις ἐπεβαλόμεθα λέγειν πῶς στασιάσαντες οἱ μισθοφόροι πρὸς τοὺς Καρχηδονίους τὸν προσαγορευθέντα Λιβυκὸν πόλεμον ἐξέκαυσαν, καὶ τὰ συμβάντα κατὰ τοῦτον ἀσεβήματα μέχρι τίνος προύβη, καὶ τίνα διέξοδον ἔλαβεν τὰ παράλογα τῶν ἔργων ἕως τοῦ τέλους καὶ τῆς Καρχηδονίων ἐπικρατείας.
これらに続いて、私たちは、傭兵たちがカルタゴ人に対して反乱を起こし、いわゆるリビア戦争をいかにして勃発させたか、また、この最中に引き起こされた不敬な悪行がどこまでエスカレートしたか、そして、それらの常軌を逸した行いが、その終結およびカルタゴ人の勝利に至るまでいかなる結末を迎えたかを述べることに着手した。
§2.1.4νυνὶ δὲ τὰ συνεχῆ τούτοις πειρασόμεθα δηλοῦν, κεφαλαιωδῶς ἑκάστων ἐπιψαύοντες κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
しかし今や、当初の意図に従って、それぞれの点について要約的に触れつつ、これらに続く事柄を明らかにしようと努める。
§2.1.5Καρχηδόνιοι γὰρ ὡς θᾶττον κατεστήσαντο τὰ κατὰ τὴν Λιβύην, εὐθέως Ἀμίλκαν ἐξαπέστελλον, δυνάμεις συστήσαντες, εἰς τοὺς κατὰ τὴν Ἰβηρίαν τόπους.
というのも、カルタゴ人はリビアの情勢を落ち着かせるとすぐに、軍隊を組織して、直ちにハミルカルをイベリアの地方へと派遣したからである。
§2.1.6ὁ δʼ ἀναλαβὼν τὰ στρατόπεδα καὶ τὸν υἱὸν Ἀννίβαν, ὄντα τότε κατὰ τὴν ἡλικίαν ἐτῶν ἐννέα, καὶ διαβὰς κατὰ τὰς Ἡρακλέους στήλας ἀνεκτᾶτο τὰ κατὰ τὴν Ἰβηρίαν πράγματα τοῖς Καρχηδονίοις.
そして彼は、軍隊と、当時九歳であった息子のハンニバルを伴い、ヘラクレスの柱を渡って、カルタゴ人のためにイベリアの国勢を回復していった。
§2.1.7διατρίψας δʼ ἐν τοῖς τόποις τούτοις ἔτη σχεδὸν ἐννέα καὶ πολλοὺς μὲν πολέμῳ, πολλοὺς δὲ πειθοῖ ποιήσας Ἰβήρων ὑπηκόους Καρχηδόνι κατέστρεψε τὸν βίον ἀξίως τῶν προγεγενημένων πράξεων.
彼はこれらの地域でほぼ九年を過ごし、イベリア人の多くを、ある者は戦争によって、またある者は説得によってカルタゴの支配下に下し、これまでの数々の偉業にふさわしい形でその生涯を終えた。
§2.1.8πρὸς γὰρ τοὺς ἀνδρωδεστάτους καὶ μεγίστην δύναμιν ἔχοντας παραταττόμενος καὶ χρώμενος τολμηρῶς καὶ παραβόλως ἑαυτῷ κατὰ τὸν τοῦ κινδύνου καιρὸν ἐρρωμένως τὸν βίον μετήλλαξεν.
すなわち、最も勇敢で最大の力を持つ者たちを相手に戦闘陣を構え、危険の最中にあって、自らの身を大胆かつ果敢にさらし、力強くその生を終えたのである。
§2.1.9τὴν δὲ στρατηγίαν οἱ Καρχηδόνιοι παρέδοσαν Ἀσδρούβᾳ, τῷ ʼκείνου κηδεστῇ καὶ τριηράρχῳ.
そして、カルタゴ人たちはその指揮権を、彼の義理の息子であり海軍指揮官であったハスドルバルに委ねた。