§1.86.1πράξας δὲ τὰ προδεδηλωμένα τοῖς μὲν Καρχηδονίοις αὖθις ἐλπίδα παρέστησε μεγάλην πρὸς τὸ βέλτιον, καίπερ ἀπεγνωκόσιν ἤδη τὴν σωτηρίαν·
前述の事柄を行った後、ハミロカルは、すでに救済を諦めかけていたカルタゴ人たちに再び事態の好転への大きな希望をもたらした。
αὐτὸς δὲ μετὰ Ναραύα καὶ μετʼ Ἀννίβου τὴν χώραν ἐπῄει καὶ τὰς πόλεις.
彼自身はナラウアスおよびハンニバルとともに、その地方と諸都市を巡った。
§1.86.2προσχωρούντων δὲ καὶ μετατιθεμένων πρὸς αὐτοὺς τῶν Λιβύων διὰ τὸ γεγονὸς εὐτύχημα, ποιησάμενοι τὰς πλείστας πόλεις ὑφʼ ἑαυτοὺς ἧκον ἐπὶ τὸν Τύνητα καὶ πολιορκεῖν ἐνεχείρησαν τοὺς περὶ τὸν Μάθω.
発生した幸運のおかげでリビア人たちが彼らの側に就き寝返ったため、彼らは大部分の都市を支配下に置いた後、チュネスへとやって来て、マトースとその配下たちの包囲に着手した。
§1.86.3κατὰ μὲν οὖν τὴν ἀπὸ Καρχηδόνος πλευρὰν προσεστρατοπέδευσεν Ἀννίβας, κατὰ δὲ τὴν ἀπέναντι ταύτης Ἀμίλκας.
そこで、カルタゴ側の方向にはハンニバルが陣を敷き、その反対側にはハミロカルが陣を敷いた。
§1.86.4μετὰ δὲ ταῦτα προσαγαγόντες πρὸς τὰ τείχη τοὺς περὶ τὸν Σπένδιον αἰχμαλώτους ἐσταύρωσαν ἐπιφανῶς.
その後、彼らはスペンディオスとその配下の捕虜たちを城壁の近くに連れて行き、目立つように十字架に磔にした。
§1.86.5οἱ δὲ περὶ τὸν Μάθω κατανοήσαντες τὸν Ἀννίβαν ῥᾳθύμως καὶ κατατεθαρρηκότως ἀναστρεφόμενον, ἐπιθέμενοι τῷ χάρακι πολλοὺς μὲν τῶν Καρχηδονίων ἀπέκτειναν, πάντας δʼ ἐξέβαλον ἐκ τῆς στρατοπεδείας, ἐκυρίευσαν δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ἔλαβον δὲ καὶ τὸν στρατηγὸν Ἀννίβαν ζωγρίᾳ.
一方、マトースとその配下たちは、ハンニバルが油断して過度に確信を持って行動しているのを観察し、防壁を襲撃してカルタゴ人の多くを殺害し、全員を陣営から追い出し、すべての輜重を奪い、さらに将軍ハンニバルを生け捕りにした。
§1.86.6τοῦτον μὲν οὖν παραχρῆμα πρὸς τὸν τοῦ Σπενδίου σταυρὸν ἀγαγόντες καὶ τιμωρησάμενοι πικρῶς ἐκεῖνον μὲν καθεῖλον, τοῦτον δʼ ἀνέθεσαν ζῶντα καὶ περικατέσφαξαν τριάκοντα τῶν Καρχηδονίων τοὺς ἐπιφανεστάτους περὶ τὸ τοῦ Σπενδίου σῶμα,
そこで彼らは、このハンニバルを直ちにスペンディオスの十字架のもとへ連れて行き、彼に過酷な復讐を加えた上で、スペンディオスを引き下ろしてハンニバルを生きたまま十字架に掛け、スペンディオスの遺体の周りで、最も著名なカルタゴ人三十人を惨殺した。
§1.86.7τῆς τύχης ὥσπερ ἐπίτηδες ἐκ παραθέσεως ἀμφοτέροις ἐναλλὰξ διδούσης ἀφορμὰς εἰς ὑπερβολὴν τῆς κατʼ ἀλλήλων τιμωρίας.
運命がまるで故意に、対比させるかのように、双方に交互に互いへの極限の復讐を行う機会を与えているかのようであった。
§1.86.8ὁ δὲ Βάρκας ὀψὲ μὲν συνῆκε τὴν ἐπίθεσιν τῶν ἐκ τῆς πόλεως διὰ τὴν ἀπόστασιν τῶν στρατοπέδων·
一方、バルカスは陣営間の距離が離れていたため、市内からの攻撃に気づくのが遅れた。
οὐδὲ μὴν συνεὶς οὐδʼ οὕτως κατετάχει πρὸς τὴν βοήθειαν διὰ τὰς μεταξὺ δυσχωρίας.
また、たとえ気づいたとしても、中間の地形が険しかったために、やはり救援に十分な速さで進むことができなかった。
§1.86.9διόπερ ἀναζεύξας ἀπὸ τοῦ Τύνητος καὶ παρελθὼν ἐπὶ τὸν Μακάραν ποταμὸν κατεστρατοπέδευσε πρὸς τῷ στόματι τοῦ ποταμοῦ καὶ τῇ θαλάττῃ.
そのため、彼はチュネスから撤収してマカラス川へと進み、その川の河口と海の近くに陣を構えた。