§1.86.1πράξας δὲ τὰ προδεδηλωμένα τοῖς μὲν Καρχηδονίοις αὖθις ἐλπίδα παρέστησε μεγάλην πρὸς τὸ βέλτιον, καίπερ ἀπεγνωκόσιν ἤδη τὴν σωτηρίαν· αὐτὸς δὲ μετὰ Ναραύα καὶ μετʼ Ἀννίβου τὴν χώραν ἐπῄει καὶ τὰς πόλεις.
Having performed the actions mentioned above, he again restored a great hope of a turn for the better to the Carthaginians, although they had already despaired of safety; as for himself, with Naravas and Hannibal, he went through the country and the cities.
§1.86.2προσχωρούντων δὲ καὶ μετατιθεμένων πρὸς αὐτοὺς τῶν Λιβύων διὰ τὸ γεγονὸς εὐτύχημα, ποιησάμενοι τὰς πλείστας πόλεις ὑφʼ ἑαυτοὺς ἧκον ἐπὶ τὸν Τύνητα καὶ πολιορκεῖν ἐνεχείρησαν τοὺς περὶ τὸν Μάθω.
Since the Libyans were coming over and changing sides to them because of the successful event that had occurred, they brought most of the cities under their subjection and came to Tunis and undertook to besiege Mathos and his men.
§1.86.3κατὰ μὲν οὖν τὴν ἀπὸ Καρχηδόνος πλευρὰν προσεστρατοπέδευσεν Ἀννίβας, κατὰ δὲ τὴν ἀπέναντι ταύτης Ἀμίλκας.
On the side, then, looking towards Carthage, Hannibal encamped, and on the opposite side to this, Hamilcar.
§1.86.4μετὰ δὲ ταῦτα προσαγαγόντες πρὸς τὰ τείχη τοὺς περὶ τὸν Σπένδιον αἰχμαλώτους ἐσταύρωσαν ἐπιφανῶς.
After this, having brought Spendius and the other prisoners to the walls, they crucified them in a conspicuous manner.
§1.86.5οἱ δὲ περὶ τὸν Μάθω κατανοήσαντες τὸν Ἀννίβαν ῥᾳθύμως καὶ κατατεθαρρηκότως ἀναστρεφόμενον, ἐπιθέμενοι τῷ χάρακι πολλοὺς μὲν τῶν Καρχηδονίων ἀπέκτειναν, πάντας δʼ ἐξέβαλον ἐκ τῆς στρατοπεδείας, ἐκυρίευσαν δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ἔλαβον δὲ καὶ τὸν στρατηγὸν Ἀννίβαν ζωγρίᾳ.
But Mathos and his men, observing that Hannibal was conducting himself carelessly and with overconfidence, attacked the palisade and killed many of the Carthaginians, drove them all out of the camp, made themselves masters of all the baggage, and took the general Hannibal alive.
§1.86.6τοῦτον μὲν οὖν παραχρῆμα πρὸς τὸν τοῦ Σπενδίου σταυρὸν ἀγαγόντες καὶ τιμωρησάμενοι πικρῶς ἐκεῖνον μὲν καθεῖλον, τοῦτον δʼ ἀνέθεσαν ζῶντα καὶ περικατέσφαξαν τριάκοντα τῶν Καρχηδονίων τοὺς ἐπιφανεστάτους περὶ τὸ τοῦ Σπενδίου σῶμα, §1.86.7τῆς τύχης ὥσπερ ἐπίτηδες ἐκ παραθέσεως ἀμφοτέροις ἐναλλὰξ διδούσης ἀφορμὰς εἰς ὑπερβολὴν τῆς κατʼ ἀλλήλων τιμωρίας.
Therefore, leading him immediately to the cross of Spendius and taking cruel vengeance on him, they took down the latter but hung up the former alive, and slaughtered thirty of the most distinguished of the Carthaginians around the body of Spendius, fortune, as if on purpose, giving in turn to both sides, by way of contrast, opportunities for extreme vengeance against each other.
§1.86.8ὁ δὲ Βάρκας ὀψὲ μὲν συνῆκε τὴν ἐπίθεσιν τῶν ἐκ τῆς πόλεως διὰ τὴν ἀπόστασιν τῶν στρατοπέδων· οὐδὲ μὴν συνεὶς οὐδʼ οὕτως κατετάχει πρὸς τὴν βοήθειαν διὰ τὰς μεταξὺ δυσχωρίας.
But Barca understood the attack of those from the city late, because of the distance between the camps; nor, indeed, even when he did understand it, did he hasten to the rescue in time because of the difficult ground between them.
§1.86.9διόπερ ἀναζεύξας ἀπὸ τοῦ Τύνητος καὶ παρελθὼν ἐπὶ τὸν Μακάραν ποταμὸν κατεστρατοπέδευσε πρὸς τῷ στόματι τοῦ ποταμοῦ καὶ τῇ θαλάττῃ.
For this reason, breaking up his camp from Tunis and passing on to the river Macaras, he encamped near the mouth of the river and the sea.