Humanitext Reader

波利比奥斯 · 历史 §1.86.1-1.86.9

围困突尼斯与将领汉尼拔之死

第 86 段,共 1311 段 · 希腊语

内容简介

哈米尔卡开始包围叛军的核心城市突尼斯,并将俘虏斯彭迪乌斯钉在十字架上。然而敌军发起反击,俘虏并处死了迦太基将领汉尼拔,迫使哈米尔卡撤军。

§1.86.1πράξας δὲ τὰ προδεδηλωμένα τοῖς μὲν Καρχηδονίοις αὖθις ἐλπίδα παρέστησε μεγάλην πρὸς τὸ βέλτιον, καίπερ ἀπεγνωκόσιν ἤδη τὴν σωτηρίαν·
在完成了上述行动后,他再次给那些已经对得救感到绝望的迦太基人带来了事态好转的巨大希望。
αὐτὸς δὲ μετὰ Ναραύα καὶ μετʼ Ἀννίβου τὴν χώραν ἐπῄει καὶ τὰς πόλεις.
至于他自己,则与纳拉瓦斯和汉尼拔一起巡视了该地区和各城市。
§1.86.2προσχωρούντων δὲ καὶ μετατιθεμένων πρὸς αὐτοὺς τῶν Λιβύων διὰ τὸ γεγονὸς εὐτύχημα, ποιησάμενοι τὰς πλείστας πόλεις ὑφʼ ἑαυτοὺς ἧκον ἐπὶ τὸν Τύνητα καὶ πολιορκεῖν ἐνεχείρησαν τοὺς περὶ τὸν Μάθω.
由于所发生的幸运行动,利比亚人纷纷归顺并倒向他们这一边,他们在将大部分城市置于自己的控制之下后,来到了突尼斯,并着手包围马托斯及其部下。
§1.86.3κατὰ μὲν οὖν τὴν ἀπὸ Καρχηδόνος πλευρὰν προσεστρατοπέδευσεν Ἀννίβας, κατὰ δὲ τὴν ἀπέναντι ταύτης Ἀμίλκας.
于是,汉尼拔在朝向迦太基的那一侧安营扎寨,而哈米尔卡则在它的对立面。
§1.86.4μετὰ δὲ ταῦτα προσαγαγόντες πρὸς τὰ τείχη τοὺς περὶ τὸν Σπένδιον αἰχμαλώτους ἐσταύρωσαν ἐπιφανῶς.
此后,他们将斯彭迪乌斯及其部下的俘虏带到城墙旁,显眼地将他们钉在十字架上。
§1.86.5οἱ δὲ περὶ τὸν Μάθω κατανοήσαντες τὸν Ἀννίβαν ῥᾳθύμως καὶ κατατεθαρρηκότως ἀναστρεφόμενον, ἐπιθέμενοι τῷ χάρακι πολλοὺς μὲν τῶν Καρχηδονίων ἀπέκτειναν, πάντας δʼ ἐξέβαλον ἐκ τῆς στρατοπεδείας, ἐκυρίευσαν δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ἔλαβον δὲ καὶ τὸν στρατηγὸν Ἀννίβαν ζωγρίᾳ.
而马托斯及其部下察觉到汉尼拔行动松懈且过于自信,便袭击了营垒,杀死了许多迦太基人,将所有人赶出了营地,并夺取了所有的行装,甚至生擒了将军汉尼拔。
§1.86.6τοῦτον μὲν οὖν παραχρῆμα πρὸς τὸν τοῦ Σπενδίου σταυρὸν ἀγαγόντες καὶ τιμωρησάμενοι πικρῶς ἐκεῖνον μὲν καθεῖλον, τοῦτον δʼ ἀνέθεσαν ζῶντα καὶ περικατέσφαξαν τριάκοντα τῶν Καρχηδονίων τοὺς ἐπιφανεστάτους περὶ τὸ τοῦ Σπενδίου σῶμα, §1.86.7τῆς τύχης ὥσπερ ἐπίτηδες ἐκ παραθέσεως ἀμφοτέροις ἐναλλὰξ διδούσης ἀφορμὰς εἰς ὑπερβολὴν τῆς κατʼ ἀλλήλων τιμωρίας.
于是,他们立即将他带到斯彭迪乌斯的十字架前,对他施加了残酷的报复,取下了斯彭迪乌斯,而将汉尼拔活生生地挂了上去,并在斯彭迪乌斯的尸体周围杀害了三十位最显赫的迦太基人,命运仿佛故意为了形成对照,轮流向双方提供对彼此施加极端报复的机会。
§1.86.8ὁ δὲ Βάρκας ὀψὲ μὲν συνῆκε τὴν ἐπίθεσιν τῶν ἐκ τῆς πόλεως διὰ τὴν ἀπόστασιν τῶν στρατοπέδων· οὐδὲ μὴν συνεὶς οὐδʼ οὕτως κατετάχει πρὸς τὴν βοήθειαν διὰ τὰς μεταξὺ δυσχωρίας.
而巴卡由于营地之间距离遥远,很晚才察觉到城内敌人的袭击;即使察觉到了,也因为中间地形险恶,没能及时赶去救援。
§1.86.9διόπερ ἀναζεύξας ἀπὸ τοῦ Τύνητος καὶ παρελθὼν ἐπὶ τὸν Μακάραν ποταμὸν κατεστρατοπέδευσε πρὸς τῷ στόματι τοῦ ποταμοῦ καὶ τῇ θαλάττῃ.
因此,他从突尼斯拔营,前往马卡拉斯河,在河口与大海附近安营扎寨。

词汇与语法注释

  1. 1.86.1καίπερ ἀπεγνωκόσιν — 完成时主动分词与格复数,修饰前文的与格名词短语 τοῖς Καρχηδονίοις,并与连词 καίπερ 连用表示让步(“尽管他们已经……”)。完成时态强调了他们已经陷入绝望的状态。
  2. 1.86.2προσχωρούντων δὲ καὶ μετατιθεμένων — 属格独立结构,由两个现在分词组成,其逻辑主语为属格名词 τῶν Λιβύων。由于此动作的主语与主句主语不同而采用该结构,在此处表示原因。
  3. 1.86.5τὸν Ἀννίβαν ... ἀναστρεφόμενον — 现在分词,修饰表示感知的动词 κατανοήσαντες 的宾格宾语 τὸν Ἀννίβαν。它起着间接叙述的作用,表示“察觉到汉尼拔正在……行事”。
  4. 1.86.6ἐκεῖνον μὲν ... τοῦτον δʼ — 两个对比性的指示代名词。ἐκεῖνος(远指)指代已经在十字架上的“斯彭迪乌斯”,而 οὗτος(近指,宾格 τοῦτον)指代刚刚被活着带到那里的“汉尼拔”。
  5. 1.86.8οὐδὲ μὴν συνεὶς οὐδʼ οὕτως — 不定过去时分词 συνεὶς(来自 συνίημι)与 οὐδʼ οὕτως(“即便如此也并不”)连用,强化了让步的含义(“即使在察觉之后,他也依然未能……”)。

引用这一段

波利比奥斯, 历史 §1.86.1-1.86.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.86.1-1.86.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。