§1.76.1τὴν γέφυραν φυλάττοντας.
橋を守備している者たち。
οἱ δὲ περὶ τὸν Σπένδιον συνέντες τὸ γεγονὸς ἀπήντων εἰς τὸ πεδίον καὶ παρεβοήθουν ἀλλήλοις, οἱ μὲν ἐκ τῆς περὶ τὴν γέφυραν πόλεως ὄντες οὐκ ἐλάττους μυρίων, οἱ δʼ ἀπὸ τῆς Ἰτύκης ὑπὲρ τοὺς μυρίους καὶ πεντακισχιλίους.
スペンディオスらの一味は、何が起きたかを察知すると、平原へと迎え撃ちに向かい、互いに援護し合った。 一方は橋の近くの町から来た者たちで1万人を下らず、他方はウティカから来た1万5千人を超える者たちであった。
§1.76.2ἐπεὶ δʼ εἰς σύνοπτον ἧκον ἀλλήλοις, νομίσαντες ἐν μέσῳ τοὺς Καρχηδονίους ἀπειληφέναι, σπουδῇ παρηγγύων ἅμα παρακαλοῦντες σφᾶς αὐτοὺς καὶ συνῆπτον τοῖς πολεμίοις.
彼らは互いに見える距離に達したとき、カルタゴ軍を挟み撃ちにしたと考え、互いに励まし合いながら大急ぎで号令をかけ、敵と交戦した。
§1.76.3ὁ δʼ Ἀμίλκας ἦγε μὲν τὴν πορείαν πρώτους ἔχων τοὺς ἐλέφαντας, ἐπὶ δὲ τούτοις τοὺς ἱππεῖς καὶ τοὺς εὐζώνους, τελευταῖα δὲ τὰ βαρέα τῶν ὅπλων.
ハミルカルは、先頭に象、その背後に騎兵と軽装兵、最後尾に重装歩兵を配置して進軍していた。
§1.76.4κατιδὼν δὲ προχειρότερον ἐπιφερομένους τοὺς ὑπεναντίους, ἀναστρέφειν παρήγγειλε πᾶσι τοῖς ἑαυτοῦ.
しかし、敵が無秩序に突撃してくるのを見て取ると、彼は自軍の全員に向きを転じるよう命じた。
§1.76.5καὶ τοὺς μὲν ἀπὸ τῆς πρωτοπορείας ἀναστρέψαντας σπουδῇ ποιεῖσθαι τὴν ἀποχώρησιν ἐκέλευσε· τοὺς δʼ ἐπὶ τῆς οὐραγίας ἐξ ἀρχῆς ὑπάρχοντας ἐξ ἐπιστροφῆς περισπῶν ἐξέταττε πρὸς τὴν τῶν πολεμίων ἐπιφάνειαν.
そして、先頭にいた者たちには、向きを転じて急いで退却するように命じ、他方、最初から最後尾にいた者たちを反転させて旋回させ、敵の出現に備えて戦列を整えさせた。
§1.76.6οἱ δὲ Λίβυες καὶ μισθοφόροι νομίσαντες αὐτοὺς καταπεπληγμένους φυγεῖν, λύσαντες τὴν τάξιν ἐπέκειντο καὶ συνῆπτον εἰς τὰς χεῖρας ἐρρωμένως.
リビア人と傭兵たちは、彼らが恐れをなして逃げ出したのだと思い込み、隊列を崩して襲いかかり、激しく接近戦を挑んだ。
§1.76.7ἅμα δὲ τῷ τοὺς ἱππεῖς συνεγγίσαντας τοῖς παρατεταγμένοις ἐκ μεταβολῆς ὑποστῆναι, τὴν δὲ λοιπὴν δύναμιν ἐπάγειν, ἐκπλαγεῖς γινόμενοι διὰ τὸ παράδοξον οἱ Λίβυες ἐγκλίναντες εὐθέως ἔφευγον, ὡς ἂν εἰκῇ καὶ σποράδην ἐπικείμενοι.
しかし、騎兵たちが戦列に近づき、反転して踏みとどまると同時に、残りの軍勢が進撃を始めると、リビア人たちはこの不意の事態に驚愕し、即座に向きを変えて逃走した。 彼らは無秩序かつ散り散りに襲いかかっていたからである。
§1.76.8λοιπὸν οἱ μὲν τοῖς κατόπιν ἐπιφερομένοις περιπίπτοντες ἐσφάλλοντο καὶ διέφθειρον αὑτούς τε καὶ τοὺς οἰκείους· οἱ δὲ πλείους συνεπατήθησαν, ἐκ χειρὸς τῶν ἱππέων ἐπικειμένων αὐτοῖς καὶ τῶν θηρίων.
その結果、ある者たちは後方から押し寄せてくる味方に衝突してつまずき、自らも味方も破滅させ、大部分の者は、騎兵や獣たちが彼らを間近から追撃してきたため、踏みつぶされた。
§1.76.9ἀπώλοντο μὲν οὖν εἰς ἑξακισχιλίους τῶν Λιβύων καὶ τῶν ξένων, ἑάλωσαν δὲ περὶ δισχιλίους·
こうしてリビア人と外国人のうち約6千人が戦死し、約2千人が捕虜となった。
οἱ δὲ λοιποὶ διέφυγον, οἱ μὲν εἰς τὴν πρὸς τῇ γεφύρᾳ πόλιν, οἱ δʼ ἐπὶ τὴν πρὸς Ἰτύκῃ παρεμβολήν.
残りの者たちは、ある者は橋の近くの町へ、ある者はウティカ近郊の陣営へと逃れた。
§1.76.10Ἀμίλκας δὲ ποιήσας τὸ προτέρημα τὸν προειρημένον τρόπον, εἵπετο κατὰ πόδας τοῖς πολεμίοις καὶ τὴν μὲν ἐπὶ τῆς γεφύρας πόλιν ἐξ ἐφόδου κατέσχεν, προεμένων καὶ φευγόντων εἰς τὸν Τύνητα τῶν ἐν αὐτῇ πολεμίων, τὴν δὲ λοιπὴν χώραν ἐπιπορευόμενος τὰς μὲν προσήγετο, πλείστας δὲ κατὰ κράτος ἐξῄρει.
ハミルカルは前述の方法で勝利を収めると、敵の足跡を追って追撃し、橋の上の町を強襲して奪取した。 そこにいた敵は町を放棄してチュニスへと逃亡した。 さらに彼は残りの地方を進軍し、ある町々は帰順させ、多くの町々は力ずくで奪取した。
§1.76.11τοῖς δὲ Καρχηδονίοις βραχύ τι θάρσους ἐνειργάσατο καὶ τόλμης, ἐπὶ ποσὸν αὐτοὺς ἀπαλλάξας τῆς προγεγενημένης δυσελπιστίας.
そしてカルタゴ人たちにいくらかの勇気と大胆さを吹き込み、彼らをそれまでの絶望からある程度解放した。