Humanitext Reader

波利比奥斯 · 历史 §1.76.1-1.76.11

哈米尔卡的佯败战术与击溃斯彭迪乌斯

第 76 段,共 1311 段 · 希腊语

内容简介

哈米尔卡通过巧妙的伪装撤退战术击败了斯彭迪乌斯率领的叛军,夺回了桥上的城镇,并为迦太基公民带来了希望。

§1.76.1τὴν γέφυραν φυλάττοντας.
那些守卫着桥梁的人。
οἱ δὲ περὶ τὸν Σπένδιον συνέντες τὸ γεγονὸς ἀπήντων εἰς τὸ πεδίον καὶ παρεβοήθουν ἀλλήλοις, οἱ μὲν ἐκ τῆς περὶ τὴν γέφυραν πόλεως ὄντες οὐκ ἐλάττους μυρίων, οἱ δʼ ἀπὸ τῆς Ἰτύκης ὑπὲρ τοὺς μυρίους καὶ πεντακισχιλίους.
斯彭迪乌斯等人察觉到了发生的事,便来到平原迎击,并互相增援,其中来自桥旁城镇的人不少于一万,而来自尤蒂卡的人则超过一万五千。
§1.76.2ἐπεὶ δʼ εἰς σύνοπτον ἧκον ἀλλήλοις, νομίσαντες ἐν μέσῳ τοὺς Καρχηδονίους ἀπειληφέναι, σπουδῇ παρηγγύων ἅμα παρακαλοῦντες σφᾶς αὐτοὺς καὶ συνῆπτον τοῖς πολεμίοις.
当他们互相望见对方时,以为已经把迦太基人合围在中间,便急忙传令,互相激励,与敌军交战。
§1.76.3ὁ δʼ Ἀμίλκας ἦγε μὲν τὴν πορείαν πρώτους ἔχων τοὺς ἐλέφαντας, ἐπὶ δὲ τούτοις τοὺς ἱππεῖς καὶ τοὺς εὐζώνους, τελευταῖα δὲ τὰ βαρέα τῶν ὅπλων.
而哈米尔卡在行军时,以战象为先导,其后是骑兵和轻装兵,最后是重装步兵。
§1.76.4κατιδὼν δὲ προχειρότερον ἐπιφερομένους τοὺς ὑπεναντίους, ἀναστρέφειν παρήγγειλε πᾶσι τοῖς ἑαυτοῦ.
他看到敌人相当轻率地压了上来,便命令自己所有的部下转身。
§1.76.5καὶ τοὺς μὲν ἀπὸ τῆς πρωτοπορείας ἀναστρέψαντας σπουδῇ ποιεῖσθαι τὴν ἀποχώρησιν ἐκέλευσε· τοὺς δʼ ἐπὶ τῆς οὐραγίας ἐξ ἀρχῆς ὑπάρχοντας ἐξ ἐπιστροφῆς περισπῶν ἐξέταττε πρὸς τὴν τῶν πολεμίων ἐπιφάνειαν.
他命令前锋部队转身并迅速撤退;而对于最初处于后卫的部队,则命令他们转身并旋回,整队迎击出现的敌军。
§1.76.6οἱ δὲ Λίβυες καὶ μισθοφόροι νομίσαντες αὐτοὺς καταπεπληγμένους φυγεῖν, λύσαντες τὴν τάξιν ἐπέκειντο καὶ συνῆπτον εἰς τὰς χεῖρας ἐρρωμένως.
利比亚人和雇佣兵以为他们是因为惊恐而逃跑,便打乱了阵型压了上去,与之展开了激烈的肉搏战。
§1.76.7ἅμα δὲ τῷ τοὺς ἱππεῖς συνεγγίσαντας τοῖς παρατεταγμένοις ἐκ μεταβολῆς ὑποστῆναι, τὴν δὲ λοιπὴν δύναμιν ἐπάγειν, ἐκπλαγεῖς γινόμενοι διὰ τὸ παράδοξον οἱ Λίβυες ἐγκλίναντες εὐθέως ἔφευγον, ὡς ἂν εἰκῇ καὶ σποράδην ἐπικείμενοι.
然而,随着骑兵在靠近已排好阵列的友军时,转过身来立定迎击,且其余的兵力也向前推进,利比亚人因这出乎意料的事态而惊慌失措,立刻转身逃跑,因为他们本就是无序且分散地压上来的。
§1.76.8λοιπὸν οἱ μὲν τοῖς κατόπιν ἐπιφερομένοις περιπίπτοντες ἐσφάλλοντο καὶ διέφθειρον αὑτούς τε καὶ τοὺς οἰκείους· οἱ δὲ πλείους συνεπατήθησαν, ἐκ χειρὸς τῶν ἱππέων ἐπικειμένων αὐτοῖς καὶ τῶν θηρίων.
结果,一些人撞上了从后面冲上来的同伴,跌倒并害死了自己和同伴;而大多数人则被紧随其后的骑兵和猛兽践踏致死。
§1.76.9ἀπώλοντο μὲν οὖν εἰς ἑξακισχιλίους τῶν Λιβύων καὶ τῶν ξένων, ἑάλωσαν δὲ περὶ δισχιλίους· οἱ δὲ λοιποὶ διέφυγον, οἱ μὲν εἰς τὴν πρὸς τῇ γεφύρᾳ πόλιν, οἱ δʼ ἐπὶ τὴν πρὸς Ἰτύκῃ παρεμβολήν.
于是,利比亚人和外籍兵中约有六千人丧生,约二千人被俘;其余的人逃走了,有的逃往桥旁的城镇,有的逃往尤蒂卡附近的营地。
§1.76.10Ἀμίλκας δὲ ποιήσας τὸ προτέρημα τὸν προειρημένον τρόπον, εἵπετο κατὰ πόδας τοῖς πολεμίοις καὶ τὴν μὲν ἐπὶ τῆς γεφύρας πόλιν ἐξ ἐφόδου κατέσχεν, προεμένων καὶ φευγόντων εἰς τὸν Τύνητα τῶν ἐν αὐτῇ πολεμίων, τὴν δὲ λοιπὴν χώραν ἐπιπορευόμενος τὰς μὲν προσήγετο, πλείστας δὲ κατὰ κράτος ἐξῄρει.
哈米尔卡以上述方式取得优势后,紧紧追击敌人,并顺势攻占了桥上的城镇,城内的敌人放弃城镇逃往突尼斯;随后他巡视了其余地区,使一些城镇归顺,并武力夺取了大多数城镇。
§1.76.11τοῖς δὲ Καρχηδονίοις βραχύ τι θάρσους ἐνειργάσατο καὶ τόλμης, ἐπὶ ποσὸν αὐτοὺς ἀπαλλάξας τῆς προγεγενημένης δυσελπιστίας.
这给迦太基人注入了一些勇气和胆量,在一定程度上将他们从先前的绝望中解脱出来。

词汇与语法注释

  1. 1.76.1τὴν γέφυραν φυλάττοντας. — 此短语在语法上承接前一分块的末尾 `ἐπὶ τοὺς`(“朝着那些……的人”)。现在分词宾格复数形式 `φυλάττοντας` 修饰宾格复数的冠词/指示代词 `τοὺς`。虽然由于分章在视觉上被切断,但语义上它们构成了一个连续的句子,意为“朝着那些守卫着桥梁的人进军”。
  2. 1.76.5τοὺς δʼ ἐπὶ τῆς οὐραγίας ἐξ ἀρχῆς ὑπάρχοντας ἐξ ἐπιστροφῆς περισπῶν ἐξέταττε — 此句解释了哈米尔卡所采用的巧妙的旋回机动(伪装撤退)。他命令前锋部队转身撤退(`...ἀποχώρησιν ἐκέλευσε`),而对最初处于后卫的重装步兵(`τοὺς ἐπὶ τῆς οὐραγίας ἐξ ἀρχῆς ὑπάρχοντας`),则通过“转身”(`ἐξ ἐπιστροφῆς`)并“使其旋回”(`περισπῶν`),“列阵”(`ἐξέταττε`)以迎击敌人。这一战术使得撤退的前锋得以躲入坚固的后卫防线之后。
  3. 1.76.7ἅμα δὲ τῷ τοὺς ἱππεῖς συνεγγίσαντας τοῖς παρατεταγμένοις ἐκ μεταβολῆς ὑποστῆναι, τὴν δὲ λοιπὴν δύναμιν ἐπάγειν — 介词 `ἅμα` 与与格冠词 `τῷ` 共同支配不定式 `ὑποστῆναι` 和 `ἐπάγειν`,构成表示“与……同时”或“一……就……”的时间结构。宾格的 `τοὺς ἱππεῖς` 和 `τὴν δὲ λοιπὴν δύναμιν` 分别作为这两个不定式的逻辑主语。`συνεγγίσαντας` 是修饰 `τοὺς ἱππεῖς` 的不定过去时分词,表示骑兵在转身迎击之前先“靠近”了已排好阵列的友军。
  4. 1.76.10προεμένων καὶ φευγόντων εἰς τὸν Τύνητα τῶν ἐν αὐτῇ πολεμίων — 这是一个以 `τῶν ἐν αὐτῇ πολεμίων` 为逻辑主语的独立属格结构(genitive absolute)。现在分词 `προεμένων`(放弃城镇)和 `φευγόντων`(逃跑)共同描述了该城镇被攻占时的状况,表明城内的敌人已放弃防守并逃往突尼斯。

引用这一段

波利比奥斯, 历史 §1.76.1-1.76.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.76.1-1.76.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。