§1.77.1ὁ δὲ Μάθως αὐτὸς μὲν ἐπὶ τῆς τῶν Ἱππακριτῶν πολιορκίας ἐπέμενεν, τοῖς δὲ περὶ τὸν Αὐτάριτον τὸν τῶν Γαλατῶν ἡγεμόνα καὶ Σπένδιον ἔχεσθαι τῶν ὑπεναντίων συνεβούλευε,
マトス自身はヒッパクリタの包囲にとどまり、ガリア人の指導者アウタリトスおよびスペンディオスの一味に対しては、敵にぴったりとついて離れないよう勧告した。
§1.77.2τὰ μὲν πεδία φεύγοντας διὰ τὸ πλῆθος τῶν παρὰ τοῖς ὑπεναντίοις ἱππέων καὶ θηρίων, ταῖς δʼ ὑπωρείαις ἀντιπαράγοντας καὶ συνεπιτιθεμένους κατὰ τὰς ὑποπιπτούσας ἀεὶ δυσχερείας.
敵の側に騎兵や獣が多数いることから平原を避け、山麓の傾斜地に沿って並行して進み、その都度生じる困難な地形に乗じて共同で攻撃を仕掛けるように、と。
§1.77.3ἅμα δὲ ταῖς ἐπινοίαις ταύταις καὶ πρὸς τοὺς Νομάδας καὶ τοὺς Λίβυας ἐξέπεμπε, δεόμενος βοηθεῖν σφίσι καὶ μὴ καταπροΐεσθαι τοὺς ὑπὲρ τῆς ἐλευθερίας καιρούς.
これらの計画と同時に、彼はヌミディア人とリビア人のもとへも使者を送り、自分たちを援助し、自由のためのこの機会を無駄にしないよう求めた。
§1.77.4ὁ δὲ Σπένδιος προσλαβὼν ἐκ τοῦ Τύνητος ἀφʼ ἑκάστου τῶν γενῶν τοὺς πάντας εἰς ἑξακισχιλίους προῆγε, ταῖς ὑπωρείαις ἀντιπαράγων τοῖς Καρχηδονίοις, ἔχων ἅμα τοῖς προειρημένοις καὶ τοὺς μετʼ Αὐταρίτου Γαλάτας, ὄντας εἰς δισχιλίους.
一方、スペンディオスは、チュニスから各民族の者を合計約6千人募って進軍し、山麓の傾斜地に沿ってカルタゴ軍と並行して進んだ。 彼は前述の者たちに加えて、アウタリトスに伴われた約2千人のガリア人をも率いていた。
§1.77.5τὸ γὰρ λοιπὸν μέρος αὐτῶν τοῦ κατʼ ἀρχὰς συστήματος ηὐτομολήκει πρὸς τοὺς Ῥωμαίους ἐν ταῖς περὶ τὸν Ἔρυκα στρατοπεδείαις.
というのも、彼らの最初の軍団の残りの部分は、エリュクス近郊の陣営にいた際にローマ軍へと脱走していたからである。
§1.77.6τοῦ δʼ Ἀμίλκου παρεμβεβληκότος ἔν τινι πεδίῳ πανταχόθεν ὄρεσι περιεχομένῳ, συνέβη τὰς παρὰ τῶν Νομάδων καὶ Λιβύων βοηθείας εἰς τὸν καιρὸν τοῦτον συνάψαι τοῖς περὶ τὸν Σπένδιον.
ハミルカルが、四方を山に囲まれたある平原に陣を張っていたとき、ちょうどこの時にヌミディア人とリビア人からの増援部隊が、スペンディオスらの一味と合流することになった。
§1.77.7γενομένης δὲ τοῖς Καρχηδονίοις τῆς μὲν τῶν Λιβύων ἐπιστρατοπεδείας αἰφνιδίου καὶ κατὰ πρόσωπον, τῆς δὲ τῶν Νομάδων ἀπʼ οὐρᾶς, τῆς δὲ περὶ τὸν Σπένδιον ἐκ πλαγίου, μεγάλην αὐτοῖς ἀπορίαν
そしてカルタゴ人にとって、リビア人の陣営が突如として正面に出現し、ヌミディア人のそれが背後に、スペンディオスの一味のそれが側面に位置することになり、彼らに多大な困難を…