§1.75.1διόπερ οἱ Καρχηδόνιοι θεωροῦντες αὐτὸν κακῶς χειρίζοντα τὰς πράξεις, Ἀμίλκαν τὸν ἐπικαλούμενον Βάρκαν αὖθις προεστήσαντο, §1.75.2καὶ τοῦτον ἐξέπεμπον εἰς τὸν ἐνεστῶτα πόλεμον στρατηγόν, δόντες ἑβδομήκοντα μὲν ἐλέφαντας καὶ τοὺς ἐπισυνηγμένους τῶν μισθοφόρων καὶ τοὺς ηὐτομοληκότας ἀπὸ τῶν πολεμίων, ἅμα δὲ τούτοις πολιτικοὺς ἱππεῖς καὶ πεζούς, ὥστε τοὺς σύμπαντας εἰς μυρίους ὑπάρχειν.
それゆえ、カルタゴ人たちは彼が事態を悪く処理しているのを見て、バルカと呼ばれるハミルカルを再び指導者に据え、彼に70頭の象、召集された傭兵たち、敵からの脱走兵、さらにこれらとともに市民の騎兵と歩兵を与え、全体で約1万人になるようにして、現在の戦争へと将軍として派遣した。
§1.75.3ὃς κατὰ τὴν πρώτην εὐθέως ἔξοδον καταπληξάμενος τῷ παραδόξῳ τῆς ἐπιβολῆς ἥττησε μὲν τὰς ψυχὰς τῶν ὑπεναντίων, ἔλυσε δὲ τὴν τῆς Ἰτύκης πολιορκίαν, ἐφάνη δʼ ἄξιος τῶν προγεγονότων ἔργων καὶ τῆς παρὰ τῷ πλήθει προσδοκίας. §1.75.4τὸ δὲ πραχθὲν ἦν ὑπʼ αὐτοῦ περὶ τὴν χρείαν ταύτην τοιοῦτον.
彼は最初の出撃においてただちに、その不意の企てによって敵の戦意をくじき、ウティカの包囲を解き、かつての業績と民衆の期待にたがわぬ人物であることを示した。 この作戦に関して彼が行ったことは次のようなものであった。
τῶν γεωλόφων τῶν ἐπιζευγνύντων τὸν αὐχένα τὸν συνάπτοντα τὴν Καρχηδόνα πρὸς τὴν Λιβύην ὄντων δυσβάτων καὶ χειροποιήτους ἐχόντων διεκβολὰς ἐπὶ τὴν χώραν, συνέβαινε τοὺς περὶ τὸν Μάθω πάντας τοὺς διὰ τῶν προειρημένων λόφων εὐκαίρως κειμένους τόπους φυλακαῖς διειληφέναι,
カルタゴとリビアを結ぶ地峡をまたぐ丘陵地帯が通行困難であり、内陸地方へと通じる人工的な通路しか有していなかったため、マトスの一派が、前述の丘を通過するすべての要衝をあらかじめ守備隊で固めているという状況にあった。
§1.75.5πρὸς δὲ τούτοις τοῦ προσαγορευομένου Μακάρα ποταμοῦ διείργοντος κατά τινας τόπους παραπλησίως τὴν ἐπὶ τὴν χώραν τοῖς ἐκ τῆς πόλεως ἔξοδον καὶ διὰ τὸ πλῆθος τοῦ ῥεύματος ἀβάτου κατὰ τὸ πλεῖστον ὑπάρχοντος, μιᾶς δʼ οὔσης ἐπʼ αὐτῷ γεφύρας, καὶ ταύτην τηρεῖν τὴν δίοδον ἀσφαλῶς, πόλιν ἐπʼ αὐτῆς ᾠκοδομηκότας.
そのうえ、マカラスと呼ばれる川が、都市から内陸地方へと至る進路をある場所において同様に遮っており、その豊かな水量のために大半が渡河不能であって、そこには一本の橋しか架かっておらず、彼らがその橋の上に町を築いて、この通路をも厳重に警備しているという有様であった。
§1.75.6ἐξ ὧν συνέβαινε τοὺς Καρχηδονίους μὴ οἷον στρατοπέδῳ τῆς χώρας ἐπιβαίνειν, ἀλλὰ μηδὲ τοὺς κατʼ ἰδίαν θέλοντας διαπεσεῖν ῥᾳδίως ἂν δύνασθαι λαθεῖν τοὺς ὑπεναντίους.
これらの事情から、カルタゴ人は軍隊を率いてその地方に入ることができないばかりか、個人で密かに通り抜けようとする者でさえ、容易に敵の目を免れることはできない状態であった。
§1.75.7εἰς ἃ βλέπων Ἀμίλκας καὶ παντὸς πράγματος καὶ καιροῦ πεῖραν λαμβάνων διὰ τὸ δυσχρηστεῖν περὶ τὴν ἔξοδον διενοήθη τι τοιοῦτον.
ハミルカルはこれらの状況を考慮し、あらゆる手段と機会を検討していたが、出撃の困難さゆえに、次のような策を思いついた。
§1.75.8τοῦ προειρημένου ποταμοῦ κατὰ τὴν εἰς θάλατταν ἐκβολὴν συνθεωρήσας κατά τινας ἀνέμων στάσεις ἀποθινούμενον τὸ στόμα καὶ τεναγώδη γινομένην τὴν παρʼ αὐτὸ τὸ στόμα πάροδον, ποιήσας εὐτρεπῆ τῷ στρατοπέδῳ τὰ πρὸς τὴν ἔξοδον καὶ κρύπτων ἐν αὑτῷ τὴν ἐπιβολὴν ἐτήρει τὸ προειρημένον σύμπτωμα.
前述の川の海への注ぎ口において、特定の風向きのときに河口が砂で塞がれて浅瀬になり、その河口のすぐ脇の通路が通行可能になるのを見て取ると、彼は軍に出撃の準備を整えさせ、企てを心の中に秘めながら、前述の現象が起こるのを待ち受けた。
§1.75.9παραπεσόντος δὲ τοῦ καιροῦ, νυκτὸς ἐξορμήσας ἔλαθε πάντας ἅμα τῷ φωτὶ τὸν προειρημένον τόπον διαβιβάσας τὴν δύναμιν.
好機が訪れると、彼は夜間に出発し、夜明けとともに、すべての人に気づかれることなく、前述の場所で軍を渡河させた。
§1.75.10παραδόξου δὲ τοῦ πράγματος φανέντος καὶ τοῖς ἐν τῇ πόλει καὶ τοῖς ὑπεναντίοις, ὁ μὲν Ἀμίλκας προῆγεν διὰ τοῦ πεδίου, ποιούμενος τὴν πορείαν ἐπὶ τοὺς
この出来事は市内の人々にも敵にとっても全く予期せぬことと思われたが、ハミルカルは平原を進み、次なる目的地へと進軍した。