§1.66.1ὡς γὰρ θᾶττον ἐπιτελεσθεισῶν τῶν προειρημένων διαλύσεων ἀποκατέστησε τὰς περὶ τὸν Ἔρυκα δυνάμεις εἰς τὸ Λιλύβαιον ὁ Βάρκας, εὐθέως αὐτὸς μὲν ἀπέθετο τὴν ἀρχήν, ὁ δʼ ἐπὶ τῆς πόλεως στρατηγὸς Γέσκων ἐγίνετο περὶ τὸ περαιοῦν τοὺς στρατιώτας εἰς τὴν Λιβύην.
前述の和約が締結されるやいなや、バルカスはエリュクス周辺の軍勢をリリュバイオンへと撤収させ、自らはただちに職を辞した。 一方、市内の将軍ゲスコは、兵士たちをリビアへと渡航させる任務に当たることになった。
§1.66.2προϊδόμενος δὲ τὸ μέλλον ἐμφρόνως ἐνεβίβαζε κατὰ μέρη διαιρῶν αὐτοὺς καὶ διαλείμματα ποιῶν τῆς ἐξαποστολῆς,
彼は将来を見越して、賢明にも兵士たちを幾つかのグループに分割し、出発の間隔を空けながら船に乗せた。
§1.66.3βουλόμενος ἀναστροφὴν διδόναι τοῖς Καρχηδονίοις εἰς τὸ τοὺς καταπλεύσαντας καὶ μισθοδοτηθέντας τὰ προσοφειλόμενα τῶν ὀψωνίων φθάνειν ἀπαλλαττομένους ἐκ τῆς Καρχηδόνος εἰς τὴν οἰκείαν πρὶν ἢ τοὺς ἑξῆς περαιουμένους ἐπικαταλαβεῖν.
これは、カルタゴ人に時間的猶予を与えることで、先に到着して給与を支払われた兵士たちが、次に渡航してくる者たちに追いつかれる前に、カルタゴから自分たちの故郷へと立ち去り終えるようにすることを意図してのことであった。
§1.66.4ὁ μὲν οὖν Γέσκων ἐχόμενος ταύτης τῆς ἐννοίας οὕτως ἐχείριζε τὰ κατὰ τὴν ἐξαποστολήν.
このように、ゲスコはこの考えに則って派遣業務を処理していた。
§1.66.5οἱ δὲ Καρχηδόνιοι τὰ μὲν οὐκ εὐπορούμενοι χρημάτων διὰ τὰς προγεγενημένας δαπάνας, τὰ δὲ καὶ πεπεισμένοι παραιτήσεσθαι τοὺς μισθοφόρους μέρος τι τῶν προσοφειλομένων ὀψωνίων, ἐὰν καὶ συναθροίσωσι καὶ δέξωνται πάντας εἰς τὴν Καρχηδόνα, παρακατεῖχον ἐκεῖ τοὺς καταπλέοντας διὰ ταύτην τὴν ἐλπίδα καὶ συνεῖχον ἐν τῇ πόλει.
しかしカルタゴ人は、一方ではこれまでの出費のために資金が豊富ではなく、他方では、もし彼らを皆カルタゴに集めて迎え入れるならば、未払い給与の一部を値引きするよう傭兵たちを説得できるだろうと確信していたため、この期待から、到着した者たちをその場に引き留め、市内に留め置いた。
§1.66.6γινομένων δὲ πλειόνων ἀδικημάτων καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, τὸ μὲν πρῶτον ὑπιδόμενοι τὸν ὄχλον καὶ τὴν συμβαίνουσαν ἀκρασίαν ἠξίωσαν τοὺς ἡγεμόνας, ἕως ἂν ἑτοιμασθῇ μὲν τὰ κατὰ τὰς σιταρχίας αὐτοῖς, προσδέξωνται δὲ τοὺς ἀπολειπομένους, ἀναχωρῆσαι πάντας εἴς τινα πόλιν τὴν προσαγορευομένην Σίκκαν, λαβόντας εἰς τὰ κατεπείγοντα χρυσοῦν ἕκαστον.
しかし、夜間も昼間も数多くの不法行為が発生したため、当初は彼ら群衆とそこで生じている無秩序を警戒したカルタゴ人は、食糧の配給の準備が整い、残りの兵士たちを迎え入れるまでの間、当座の費用として各自金貨1枚を受け取って、全員がシッカと呼ばれる都市へ撤退するよう指揮官たちに要求した。
§1.66.7προθύμως δὲ συνυπακουσάντων πρὸς τὴν ἔξοδον καὶ βουλομένων αὐτοῦ καταλιπεῖν τὰς ἀποσκευάς, καθάπερ καὶ τὸν πρῶτον χρόνον ὑπῆρχον, ὡς θᾶττον ἐσομένης τῆς ἐπανόδου πρὸς τοὺς ὀψωνιασμούς,
兵士たちは出発することに快く同意し、給与の支払いを受け取るためにすぐに戻ってくる予定であるため、以前と同様に私物をそこに残していきたいと望んだ。
§1.66.8ἀγωνιῶντες οἱ Καρχηδόνιοι μή ποτε διὰ χρόνου παραγεγονότες, καὶ τινὲς μὲν τέκνων ἔνιοι δὲ καὶ γυναικῶν ἱμείροντες, οἱ μὲν οὐκ ἐκπορευθῶσι τὸ παράπαν, οἱ δʼ ἐκπορευθέντες αὖθις ἀνακάμπτωσι πρὸς ταῦτα, καὶ τῷ τοιούτῳ τρόπῳ μηδὲν ἧττον ἀδίκημα γίνηται κατὰ τὴν πόλιν,
だがカルタゴ人は、長い年月を経て戻ってきた兵士たちが(中には子供を、ある者は妻を恋しがっているため)、ある者は全く出発しようとせず、ある者は出発したものの再びこれら(家族)のもとへと戻ってきてしまい、そのような方法で市内における治安悪化が一向に減らないのではないかと深く危惧した。
§1.66.9ταῦτα προορώμενοι μετὰ πολλῆς ἀπεχθείας οὐδαμῶς βουλομένους τοὺς ἀνθρώπους ἠνάγκασαν τὰς ἀποσκευὰς μεθʼ αὑτῶν ἀπαγαγεῖν.
これを見越した彼らは、大きな反感を買いながらも、まったくそれを望まない傭兵たちに対して、私物を彼ら自身で携えて退去するよう強制した。
§1.66.10οἱ δὲ μισθοφόροι συναναχθέντες εἰς τὴν Σίκκαν καὶ διὰ πολλοῦ χρόνου τετευχότες ἀνέσεως καὶ σχολῆς, ὅπερ ἀφυέστατον ὑπάρχει ξενικαῖς δυνάμεσι καὶ σχεδὸν ὡς εἰπεῖν ἀρχηγὸν καὶ μόνον αἴτιον γίνεται στάσεως, διῆγον ἀδεῶς.
傭兵たちはシッカに集まり、長らく得ていなかった休息と余暇を得た。 これは傭兵部隊にとって極めて不適切なものであり、ほぼ確実に叛乱の根本的かつ唯一の原因となるものであるが、彼らは何ら恐れることなく過ごした。
§1.66.11ἅμα δὲ ῥᾳθυμοῦντες, τινὲς μὲν αὐτῶν ἐξελογίζοντο τὰ προσοφειλόμενα σφίσι τῶν ὀψωνίων ἐπὶ τὸ πλεῖον καὶ συγκεφαλαιούμενοι πολλαπλάσια τῶν καθηκόντων ταῦτʼ ἔφασαν δεῖν ἀπαιτεῖν τοὺς Καρχηδονίους·
また、怠惰な日々の中で、彼らの一部は自分たちに支払われるべき未払いの給与を過大に算出し、正当な額の何倍もの合計額をまとめ上げ、これらをカルタゴ人たちに要求すべきだと主張した。
§1.66.12πάντες δʼ ἀναμιμνησκόμενοι τῶν ἐπαγγελιῶν, ὧν οἱ στρατηγοὶ κατὰ τοὺς ἐπισφαλεῖς τῶν καιρῶν παρακαλοῦντες σφᾶς ἐπεποίηντο, μεγάλας εἶχον ἐλπίδας καὶ μεγάλην προσδοκίαν τῆς ἐσο
そして全員が、危急の事態において将軍たちが彼らを鼓舞する際に行った約束を思い出し、将来の支払いに向けて大きな希望と期待を抱いていた。