Humanitext Reader

ポリュビオス · 歴史 §1.67.1-1.67.13

ハンノの減額要求と傭兵の反乱およびチュネス進軍

67 / 1311 箇所 · ギリシア語

要旨

ハンノがシッカに到着して傭兵たちに未払い給与の減額を求めたため、陣営内で激しい反乱が生じる。カルタゴの傭兵政策の欠陥により対話が不可能となり、激怒した傭兵たちはカルタゴ近郊のチュネスへ進軍して陣を敷く。

§1.67.1μένης περὶ αὐτοὺς ἐπανορθώσεως.
[将来の支払いに向けて大きな希望と期待を抱いて]いた。
διόπερ ἅμα τῷ συλλεχθῆναι πάντας εἰς τὴν Σίκκαν, καὶ παραγενόμενον Ἄννωνα τὸν ὑπάρχοντα στρατηγὸν ἐν τῇ Λιβύῃ τότε τῶν Καρχηδονίων μὴ οἷον τὰς ἐλπίδας καὶ τὰς ἐπαγγελίας ἐκπληροῦν, ἀλλὰ τοὐναντίον λέγοντα τὸ βάρος τῶν φόρων καὶ τὴν καθόλου στενοχωρίαν τῆς πόλεως ἐγχειρεῖν παραιτεῖσθαι μέρος τι τῶν ἐξ ὁμολόγου προσοφειλομένων ὀψωνίων, §1.67.2εὐθέως διαφορὰ καὶ στάσις ἐγεννᾶτο καὶ συνδρομαὶ συνεχεῖς ἐγίνοντο, ποτὲ μὲν κατὰ γένη, ποτὲ δʼ ὁμοῦ πάντων.
それゆえ、全員がシッカに集まり、当時カルタゴ側のリビア駐在の将軍であったハンノがやって来て、彼らの期待や約束を果たすどころか、逆に税の重さとカルタゴ市の全般的な困窮を語り、当然支払われるべき合意された給与の一部を値引きするよう働きかけ始めたのと同時に、ただちに不和と反乱が生じ、絶えず集会が開かれるようになった。 時には民族ごとに、時には全員が一体となって。
§1.67.3ὡς δʼ ἂν μήθʼ ὁμοεθνῶν μήθʼ ὁμογλώττων ὑπαρχόντων, ἦν ἀμιξίας καὶ θορύβου καὶ τῆς λεγομένης τύρβης πλῆρες τὸ στρατόπεδον.
彼らは同民族でも同言語でもなかったため、陣営は、不調和と騒乱、そしていわゆる大混乱に満ちていた。
§1.67.4Καρχηδόνιοι γὰρ ἀεὶ χρώμενοι ποικίλαις καὶ μισθοφορικαῖς δυνάμεσιν, πρὸς μὲν τὸ μὴ ταχέως συμφρονήσαντας ἀπειθεῖν μηδὲ δυσκαταπλήκτους εἶναι τοῖς ἡγουμένοις ὀρθῶς στοχάζονται, ποιοῦντες ἐκ πολλῶν γενῶν τὴν δύναμιν,
カルタゴ人は常に、多様な民族からなる傭兵部隊を使用しているが、彼らがすぐに結託して不従順になったり、指揮官たちにとって御しがたい存在になったりしないようにするという点においては、軍勢を多くの民族から構成することによって、正しく的を射ている。
§1.67.5πρὸς δὲ τὸ γενομένης ὀργῆς ἢ διαβολῆς ἢ στάσεως διδάξαι καὶ πραῧναι καὶ μεταθεῖναι τοὺς ἠγνοηκότας ὁλοσχερῶς ἀστοχοῦσιν.
しかし、一度怒りや誤解、反乱が生じた際に、事情を知らない兵士たちを説得し、なだめ、翻意させるという点においては、完全に的を外している。
§1.67.6οὐ γὰρ οἷον ἀνθρωπίνῃ χρῆσθαι κακίᾳ συμβαίνει τὰς τοιαύτας δυνάμεις, ὅταν ἅπαξ εἰς ὀργὴν καὶ διαβολὴν ἐμπέσωσι πρός τινας, ἀλλʼ ἀποθηριοῦσθαι τὸ τελευταῖον καὶ παραστατικὴν λαμβάνειν διάθεσιν.
というのも、そのような軍勢は、一度誰かに対して怒りや誤解に陥ると、人間的な悪意にとどまることはなく、最終的には獣のようになり、狂暴な精神状態に陥るからである。
§1.67.7ὃ καὶ τότε συνέβη γενέσθαι περὶ αὐτούς·
これこそ、当時彼らの身に起こったことであった。
ἦσαν γὰρ οἱ μὲν Ἴβηρες, οἱ δὲ Κελτοί, τινὲς δὲ Λιγυστῖνοι καὶ Βαλιαρεῖς, οὐκ ὀλίγοι δὲ μιξέλληνες, ὧν οἱ πλείους αὐτόμολοι καὶ δοῦλοι· τὸ δὲ μέγιστον μέρος αὐτῶν ἦν Λίβυες.
というのも、彼らの内訳は、イベリア人、ケルト人、一部のリグリア人やバレアレス人、そして少なからぬ混血ギリシア人(その大半は脱走兵や奴隷であった)であり、彼らの最大部分はリビア人であった。
§1.67.8διόπερ οὔτʼ ἐκκλησιάσαι συναθροίσαντα πάντας ὁμοῦ δυνατὸν ἦν οὔτʼ ἄλλην οὐδεμίαν εὑρέσθαι πρὸς τοῦτο μηχανήν.
それゆえ、全員を一度に集めて集会を開くことも不可能であり、このため(対話するため)の他のいかなる手段を見出すこともできなかった。
§1.67.9πῶς γὰρ οἷόν τε;
実際、どうしてそんなことが可能であろうか。
τὸν μὲν γὰρ στρατηγὸν εἰδέναι τὰς ἑκάστων διαλέκτους ἀδύνατον· διὰ πλειόνων δʼ ἑρμηνέων ἐκκλησιάζειν, ἅμα τετράκις καὶ πεντάκις περὶ ταὐτοῦ λέγοντα πράγματος, σχεδὸν ὡς εἰπεῖν ἔτι τοῦ πρόσθεν ἀδυνατώτερον.
将軍が各自の言語をすべて知ることは不可能であるし、また、多くの通訳を介して、同じ事柄について同時に四度も五度も繰り返し語りながら集会を開くことは、ほぼ言うまでもなく、前者以上に不可能なことだからである。
§1.67.10λοιπὸν ἦν διὰ τῶν ἡγεμόνων ποιεῖσθαι τὰς ἀξιώσεις καὶ παρακλήσεις·
残された唯一の方法は、部隊の指揮官たちを通じて要求や呼びかけを行うことであった。
ὅπερ ἐπειρᾶτο τότε συνεχῶς ποιεῖν [ὁ] Ἄννων.
これこそ、当時ハンノが絶えず試みていたことであった。
§1.67.11ἀκμὴν δὲ καὶ τούτους συνέβαινεν ἃ μὲν οὐκ αἰσθάνεσθαι τῶν λεγομένων, ἃ δὲ καὶ συναινέσαντας ἐνίοτε τῷ στρατηγῷ τἀναντία πρὸς τοὺς πολλοὺς ἀναγγέλλειν, τοὺς μὲν διʼ ἄγνοιαν, τοὺς δὲ διὰ κακίαν·
しかし、これらの指揮官たちでさえ、一方では言われていることを理解せず、他方では、時には将軍に同意しておきながら、一般兵たちにはそれとは反対のことを伝えるということが起こった。 ある者は無知のために、ある者は悪意のために。
ἐξ ὧν ἦν ἀσαφείας, ἀπιστίας, ἀμιξίας ἅπαντα πλήρη.
その結果、すべてが不透明さ、不信、不調和で満たされることになった。
§1.67.12πρὸς γὰρ τοῖς ἄλλοις ᾤοντο καὶ τοὺς Καρχηδονίους ἐπίτηδες τοὺς μὲν εἰδότας στρατηγοὺς τὰς γεγενημένας χρείας κατὰ Σικελίαν ἐξ αὐτῶν καὶ πεποιημένους σφίσι τὰς ἐπαγγελίας οὐκ ἐξαποστέλλειν ὡς αὐτούς, τὸν δὲ μηδενὶ τούτων παρηκολουθηκότα τοῦτον ἐκπεπομφέναι.
というのも、他の様々な不満に加えて、彼らはこう考えたからである。 カルタゴ人は意図的に、シケリアで自分たちが立てた功績を知っており、かつ自分たちに約束をしてくれた将軍たちを自分たちのもとへ派遣せず、これらの経緯のいずれにも立ち会っていなかった男を派遣してきたのだと。
§1.67.13τέλος δʼ οὖν ἀπαξιώσαντες μὲν τὸν Ἄννωνα, διαπιστήσαντες δὲ τοῖς κατὰ μέρος ἡγεμόσιν, ἐξοργισθέντες δὲ πρὸς τοὺς Καρχηδονίους ὥρμησαν πρὸς τὴν πόλιν·
こうしてついに、彼らはハンノを拒絶し、個々の指揮官たちを不信の目で見、カルタゴ人たちに対して激怒して、都市へと進軍した。
καὶ κατεστρατοπέδευσαν ἀπέχοντες ὡς ἂν ἑκατὸν καὶ εἴκοσι στάδια τῆς Καρχηδόνος ἐπὶ τῷ καλουμένῳ Τύνητι, πλείους ὄντες τῶν δισμυρίων.
そして、カルタゴから約120スタディオン離れた、チュネスと呼ばれる場所に陣を張った。 彼らの数は2万人を超えていた。

語釈・文法注

  1. 1.67.1ἅμα τῷ συλλεχθῆναι πάντας ... καὶ παραγενόμενον Ἄννωνα — 前置詞 `ἅμα` に導かれる冠詞付き不定詞 `τῷ συλλεχθῆναι`(意味上の主語は対格 `πάντας`)に、接続詞 `καὶ` を介して、対格の主語 `παραγενόμενον Ἄννωνα` を伴う不定詞 `ἐκπληροῦν` および `ἐγχειρεῖν` が並列されている。これら全体が「全員がシッカに集まり、かつ、ハンノがやって来て〜を試みたのと同時に」という一つの長い時間的状況を構成している。
  2. 1.67.3ὡς δʼ ἂν μήθʼ ὁμοεθνῶν μήθʼ ὁμογλώττων ὑπαρχόντων — 接続詞 `ὡς`(「〜なので」という主観的理由)と、潜在・蓋然性を示す小辞 `ἄν` が、属格絶対構文(`μηδὲ ... ὑπαρχόντων`)とともに用いられ、兵士たちの多国籍な背景が相互不和の主たる要因であることを強調している。
  3. 1.67.4πρὸς μὲν τὸ μὴ ταχέως συμφρονήσαντας ἀπειθεῖν μηδὲ δυσκαταπλήκτους εἶναι τοῖς ἡγουμένοις — 前置詞 `πρὸς` に導かれる冠詞付き不定詞(`τὸ ... ἀπειθεῖν μηδὲ ... εἶναι`)であり、「〜を防ぐという目的に向けて」という目的・意図を表す。不定詞の意味上の主語は、対格分詞 `συμφρονήσαντας`(傭兵たちを指す)に示されている。`δυσκαταπλήκτους` は「(指揮官たちにとって)威圧しにくい、脅威となる」の意。
  4. 1.67.6οὐ γὰρ οἷον ἀνθρωπίνῃ χρῆσθαι κακίᾳ συμβαίνει τὰς τοιαύτας δυνάμεις ... ἀλλʼ ἀποθηριοῦσθαι — `οὐχ οἷον ... ἀλλά ...` は、「(前者の状態にとどまる)どころか、むしろ(後者になる)」を意味する慣用表現。不定詞 `χρῆσθαι` と `ἀποθηριοῦσθαι` が非人称動詞 `συμβαίνει` の主語として機能し、その意味上の主語は対格の `τὰς τοιαύτας δυνάμεις` である。
  5. 1.67.12τοὺς μὲν εἰδότας ... οὐκ ἐξαποστέλλειν ... τὸν δὲ μηδενὶ τούτων παρηκολουθηκότα τοῦτον ἐκπεπομφέναι — 動詞 `ᾤοντο`(〜と考えていた)の目的語となる二つの対格不定詞句(`οὐκ ἐξαποστέλλειν` と `ἐκπεπομφέναι`)が、`μέν ... δέ` の構造によって対比されている。代名詞 `τούτων`(中性複数属格)は、前文の `χρείας`(功績)や `ἐπαγγελίας`(約束)などの一連の事情を指す。

この箇所を引用する

ポリュビオス, 歴史 §1.67.1-1.67.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.67.1-1.67.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。