§1.65.1μετὰ δὲ τὰς διαλύσεις ταύτας ἴδιόν τι καὶ παραπλήσιον ἀμφοτέροις συνέβη παθεῖν.
これらの和約の後、両国に、独特でありながら、かつ非常によく似た経験が降りかかった。
§1.65.2ἐξεδέξατο γὰρ πόλεμος ἐμφύλιος Ῥωμαίους μὲν ὁ πρὸς τοὺς Φαλίσκους καλουμένους, ὃν ταχέως καὶ συμφερόντως ἐπετέλεσαν, ἐν ὀλίγαις ἡμέραις ἐγκρατεῖς γενόμενοι τῆς πόλεως αὐτῶν,
というのも、内戦が彼らを襲ったからである。 ローマ人には、いわゆるファリスク人に対する戦争が襲いかかり、彼らは数日のうちに彼らの都市を占領することによって、これを迅速かつ有利に終結させた。
§1.65.3Καρχηδονίους δὲ κατὰ τὸν αὐτὸν καιρὸν οὐ μικρὸς οὐδʼ εὐκαταφρόνητος ὁ πρὸς τοὺς ξένους καὶ τοὺς Νομάδας καὶ τοὺς ἅμα τούτοις ἀποστάντας Λίβυας,
他方、カルタゴ人には、同じ時期に、傭兵たちやヌミディア人たち、そして彼らとともに蜂起したリビア人たちに対する、小さくもなく侮ることもできない戦争が襲いかかった。
§1.65.4ἐν ᾧ πολλοὺς καὶ μεγάλους ὑπομείναντες φόβους τέλος οὐ μόνον ὑπὲρ τῆς χώρας ἐκινδύνευσαν, ἀλλὰ καὶ περὶ σφῶν αὐτῶν καὶ τοῦ τῆς πατρίδος ἐδάφους.
この戦争において、彼らは多くの大きな恐怖を耐え忍び、最後には領土のためだけでなく、彼ら自身と祖国の存亡そのもののために危機に直面した。
§1.65.5ἐπὶ δὲ τὸν πόλεμον τοῦτον ἐπιστῆσαι μὲν ἄξιον διὰ πλείους αἰτίας, ἐπὶ κεφαλαίου δὲ καὶ διὰ βραχέων αὐτοῦ ποιήσασθαι τὴν ἐξήγησιν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
この戦争に注意を向けることは多くの理由から価値のあることであり、当初の計画に従って、その説明を要約して簡潔に行うべきである。
§1.65.6τόν τε γὰρ παρὰ τοῖς πολλοῖς λεγόμενον ἄσπονδον πόλεμον, τίνα φύσιν ἔχει καὶ διάθεσιν, μάλιστʼ ἄν τις ἐκ τῶν τότε γεγονότων ἐπιγνοίη, §1.65.7τούς τε χρωμένους μισθοφορικαῖς δυνάμεσι τίνα δεῖ προορᾶσθαι καὶ φυλάττεσθαι μακρόθεν, ἐναργέστατʼ ἂν ἐκ τῆς τότε περιστάσεως συνθεωρήσειεν, πρὸς δὲ τούτοις τί διαφέρει καὶ κατὰ πόσον ἤθη σύμμικτα καὶ βάρβαρα τῶν ἐν παιδείαις καὶ νόμοις καὶ πολιτικοῖς ἔθεσιν ἐκτεθραμμένων·
というのも、一般に「休戦なき戦争」と呼ばれるものがどのような性質と状態をもつものであるかを、当時の出来事から最もよく認識できるであろうし、また傭兵部隊を使用する者が、何に先んじて配慮し、遠くから警戒しておくべきかを、当時の状況から極めて明白に考察できるであろうし、さらに、混じり合って野蛮な気風が、教養や法律、市民的慣習の中で育てられた者たちと、いかに、そしてどの程度異なるかを考察できるであろうからである。
§1.65.8τὸ δὲ μέγιστον, τὰς αἰτίας ἐκ τῶν ἐν ἐκείνοις τοῖς καιροῖς πεπραγμένων κατανοήσειεν, διʼ ἃς ὁ κατʼ Ἀννίβαν συνέστη Ῥωμαίοις καὶ Καρχηδονίοις πόλεμος.
そして何よりも重要なのは、のちにローマ人とカルタゴ人の間に勃発したハンニバルの戦争の原因を、当時の出来事から理解できるであろうことである。
§1.65.9ὑπὲρ οὗ διὰ τὸ μὴ μόνον παρὰ τοῖς συγγραφεῦσιν, ἀλλὰ καὶ παρὰ τοῖς πεπολεμηκόσιν ἔτι νῦν ἀμφισβητεῖσθαι τὰς αἰτίας, χρήσιμόν ἐστι τὴν ἀληθινωτάτην παραστῆσαι διάληψιν τοῖς φιλομαθοῦσιν.
この戦争については、歴史家たちの間だけでなく、実際に戦った者たちの間でも、今なおその原因が争われているため、知識を求める人々に対して最も真実なる見解を提示することは有益である。