§1.66.1ὡς γὰρ θᾶττον ἐπιτελεσθεισῶν τῶν προειρημένων διαλύσεων ἀποκατέστησε τὰς περὶ τὸν Ἔρυκα δυνάμεις εἰς τὸ Λιλύβαιον ὁ Βάρκας, εὐθέως αὐτὸς μὲν ἀπέθετο τὴν ἀρχήν, ὁ δʼ ἐπὶ τῆς πόλεως στρατηγὸς Γέσκων ἐγίνετο περὶ τὸ περαιοῦν τοὺς στρατιώτας εἰς τὴν Λιβύην.
上述条约一经缔结,巴卡便将埃里克斯周围的军队撤至莉莉贝乌姆,并立即辞去职务;另一方面,城内的将军吉斯孔则着手安排将士兵们渡送至利比亚。
§1.66.2προϊδόμενος δὲ τὸ μέλλον ἐμφρόνως ἐνεβίβαζε κατὰ μέρη διαιρῶν αὐτοὺς καὶ διαλείμματα ποιῶν τῆς ἐξαποστολῆς, §1.66.3βουλόμενος ἀναστροφὴν διδόναι τοῖς Καρχηδονίοις εἰς τὸ τοὺς καταπλεύσαντας καὶ μισθοδοτηθέντας τὰ προσοφειλόμενα τῶν ὀψωνίων φθάνειν ἀπαλλαττομένους ἐκ τῆς Καρχηδόνος εἰς τὴν οἰκείαν πρὶν ἢ τοὺς ἑξῆς περαιουμένους ἐπικαταλαβεῖν.
他预见到未来,明智地将他们分批登船,划分为若干部分,并在派遣时留出间隔,意在给迦太基人留出喘息的时间,以便让那些已经抵达并领到薪饷的人,在下一批渡海之人赶上他们之前,已经离开迦太基返回各自的家乡。
§1.66.4ὁ μὲν οὖν Γέσκων ἐχόμενος ταύτης τῆς ἐννοίας οὕτως ἐχείριζε τὰ κατὰ τὴν ἐξαποστολήν.
吉斯孔抱有此种考量,便以这种方式处理派遣事宜。
§1.66.5οἱ δὲ Καρχηδόνιοι τὰ μὲν οὐκ εὐπορούμενοι χρημάτων διὰ τὰς προγεγενημένας δαπάνας, τὰ δὲ καὶ πεπεισμένοι παραιτήσεσθαι τοὺς μισθοφόρους μέρος τι τῶν προσοφειλομένων ὀψωνίων, ἐὰν καὶ συναθροίσωσι καὶ δέξωνται πάντας εἰς τὴν Καρχηδόνα, παρακατεῖχον ἐκεῖ τοὺς καταπλέοντας διὰ ταύτην τὴν ἐλπίδα καὶ συνεῖχον ἐν τῇ πόλει.
然而迦太基人一方面因先前的开销而资金并不充裕,另一方面又坚信,如果将所有人召集并安置在迦太基,便能说服雇佣兵放弃一部分欠薪,因而出于这一期望,他们将抵达的人留在了当地,并聚集在城中。
§1.66.6γινομένων δὲ πλειόνων ἀδικημάτων καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, τὸ μὲν πρῶτον ὑπιδόμενοι τὸν ὄχλον καὶ τὴν συμβαίνουσαν ἀκρασίαν ἠξίωσαν τοὺς ἡγεμόνας, ἕως ἂν ἑτοιμασθῇ μὲν τὰ κατὰ τὰς σιταρχίας αὐτοῖς, προσδέξωνται δὲ τοὺς ἀπολειπομένους, ἀναχωρῆσαι πάντας εἴς τινα πόλιν τὴν προσαγορευομένην Σίκκαν, λαβόντας εἰς τὰ κατεπείγοντα χρυσοῦν ἕκαστον.
由于夜间和白天都发生了许多不法行为,迦太基人起初对这群人及随之而来的混乱感到戒备,于是请求指挥官们,在粮食配给准备就绪且等齐留后人员之前,所有人先撤退至一座名为西卡的城市,每人领取一枚金币以备急需。
§1.66.7προθύμως δὲ συνυπακουσάντων πρὸς τὴν ἔξοδον καὶ βουλομένων αὐτοῦ καταλιπεῖν τὰς ἀποσκευάς, καθάπερ καὶ τὸν πρῶτον χρόνον ὑπῆρχον, ὡς θᾶττον ἐσομένης τῆς ἐπανόδου πρὸς τοὺς ὀψωνιασμούς, §1.66.8ἀγωνιῶντες οἱ Καρχηδόνιοι μή ποτε διὰ χρόνου παραγεγονότες, καὶ τινὲς μὲν τέκνων ἔνιοι δὲ καὶ γυναικῶν ἱμείροντες, οἱ μὲν οὐκ ἐκπορευθῶσι τὸ παράπαν, οἱ δʼ ἐκπορευθέντες αὖθις ἀνακάμπτωσι πρὸς ταῦτα, καὶ τῷ τοιούτῳ τρόπῳ μηδὲν ἧττον ἀδίκημα γίνηται κατὰ τὴν πόλιν, §1.66.9ταῦτα προορώμενοι μετὰ πολλῆς ἀπεχθείας οὐδαμῶς βουλομένους τοὺς ἀνθρώπους ἠνάγκασαν τὰς ἀποσκευὰς μεθʼ αὑτῶν ἀπαγαγεῖν.
兵士们爽快地同意离城,并希望将行囊留在此地,正如以往那样,因为他们认为很快就会回来领取薪饷;但迦太基人深感忧虑,担心他们阔别已久,有些人渴望见到孩子,有些人渴望见到妻子,从而导致一些人根本不愿离城,而离城的人也会再次折返回来,如此一来,城内的不法行为依然不会减少,预见到这一点的迦太基人,在引起极大反感的情况下,强迫那些完全不情愿的士兵们将行囊随身带走。
§1.66.10οἱ δὲ μισθοφόροι συναναχθέντες εἰς τὴν Σίκκαν καὶ διὰ πολλοῦ χρόνου τετευχότες ἀνέσεως καὶ σχολῆς, ὅπερ ἀφυέστατον ὑπάρχει ξενικαῖς δυνάμεσι καὶ σχεδὸν ὡς εἰπεῖν ἀρχηγὸν καὶ μόνον αἴτιον γίνεται στάσεως, διῆγον ἀδεῶς.
雇佣兵们在西卡聚集后,享受到了久违的轻松与闲暇,这对于外籍军队来说是最不适宜的,甚至可以说是引发叛乱的首要且唯一的原因,然而他们却毫无顾忌地生活着。
§1.66.11ἅμα δὲ ῥᾳθυμοῦντες, τινὲς μὲν αὐτῶν ἐξελογίζοντο τὰ προσοφειλόμενα σφίσι τῶν ὀψωνίων ἐπὶ τὸ πλεῖον καὶ συγκεφαλαιούμενοι πολλαπλάσια τῶν καθηκόντων ταῦτʼ ἔφασαν δεῖν ἀπαιτεῖν τοὺς Καρχηδονίους· §1.66.12πάντες δʼ ἀναμιμνησκόμενοι τῶν ἐπαγγελιῶν, ὧν οἱ στρατηγοὶ κατὰ τοὺς ἐπισφαλεῖς τῶν καιρῶν παρακαλοῦντες σφᾶς ἐπεποίηντο, μεγάλας εἶχον ἐλπίδας καὶ μεγάλην προσδοκίαν τῆς ἐσο
与此同时,在无所事事之中,他们中的一些人开始过高地计算欠他们的薪饷,汇总出一个数倍于应得数目的金额,声称必须向迦太基人索要这一数额;所有人都回想起将军们在危急关头鼓励他们时所作的承诺,对未来的回报抱有极大的希望和期待。