§1.63.1τούτων δʼ ἐπανενεχθέντων εἰς τὴν Ῥώμην, οὐ προσεδέξατο τὰς συνθήκας ὁ δῆμος.
これらがローマに報告されたとき、民衆は条約を受け入れなかった。
ἀλλʼ ἐξαπέστειλεν ἄνδρας δέκα τοὺς ἐπισκεψομένους ὑπὲρ τῶν πραγμάτων.
かわりに、事態を調査するために十人の使節を派遣した。
§1.63.2οἳ καὶ παραγενόμενοι τῶν μὲν ὅλων οὐδὲν ἔτι μετέθηκαν, βραχέα δὲ προσεπέτειναν τοὺς Καρχηδονίους.
彼らは、現地に到着すると、全体の方針についてはもはや何も変更しなかったが、カルタゴ人に対する要求をわずかに厳しくした。
§1.63.3τόν τε γὰρ χρόνον τῶν φόρων ἐποίησαν ἥμισυν, χίλια τάλαντα προσθέντες, τῶν τε νήσων ἐκχωρεῖν Καρχηδονίους προσεπέταξαν, ὅσαι μεταξὺ τῆς Ἰταλίας κεῖνται καὶ τῆς Σικελίας.
というのも、彼らは貢納の期間を半分にし、千タラントンを上乗せしたほか、イタリアとシケリアの間に位置するすべての島々からカルタゴ人が退去することをさらに命じたからである。
§1.63.4ὁ μὲν οὖν Ῥωμαίοις καὶ Καρχηδονίοις συστὰς περὶ Σικελίας πόλεμος ἐπὶ τοιούτοις καὶ τοιοῦτον ἔσχε τὸ τέλος, ἔτη πολεμηθεὶς εἴκοσι καὶ τέτταρα συνεχῶς, πόλεμος ὧν ἡμεῖς ἴσμεν ἀκοῇ μαθόντες πολυχρονιώτατος καὶ συνεχέστατος καὶ μέγιστος.
こうして、ローマ人とカルタゴ人の間で戦われたシケリアをめぐる戦争は、このような条件のもとで、このような結末を迎えた。 この戦争は二十四年間、絶え間なく戦われ、我々が伝え聞いて知っている中で、最も長期にわたり、最も継続的で、最も規模の大きい戦争であった。
§1.63.5ἐν ᾧ χωρὶς τῶν λοιπῶν ἀγώνων καὶ παρασκευῶν, καθάπερ εἴπομεν ἀνώτερον, ἅπαξ μὲν οἱ συνάμφω πλείοσιν ἢ πεντακοσίοις, πάλιν δὲ μικρῷ λείπουσιν ἑπτακοσίοις σκάφεσι πεντηρικοῖς ἐναυμάχησαν πρὸς ἀλλήλους.
その戦争においては、先に述べたように、その他の戦闘や軍備は別としても、一度は双方が合わせて五百隻以上の、またある時は七百隻にわずかに満たない五段櫂船でお互いに海戦を繰り広げた。
§1.63.6ἀπέβαλόν γε μὴν Ῥωμαῖοι μὲν ἐν τῷ πολέμῳ τούτῳ πεντήρεις μετὰ τῶν ἐν ταῖς ναυαγίαις διαφθαρεισῶν εἰς ἑπτακοσίας, Καρχηδόνιοι δʼ εἰς πεντακοσίας.
実際、この戦争において、ローマ人は難破によって失われたものも含めておよそ七百隻の五段櫂船を失い、カルタゴ人はおよそ五百隻を失った。
§1.63.7ὥστε τοὺς θαυμάζοντας τὰς Ἀντιγόνου καὶ Πτολεμαίου καὶ Δημητρίου ναυμαχίας καὶ τοὺς στόλους εἰκότως ἂν περὶ τούτων ἱστορήσαντας ἐκπεπλῆχθαι τὴν ὑπερβολὴν τῶν πράξεων.
それゆえ、アンティゴノスやプトレマイオスやデメトリオスの海戦や艦隊に感嘆している人々も、もしこれらについて調べたなら、当然のことながら、その偉業の並外れた規模に驚愕するであろう。
§1.63.8εἰ δέ τις βουληθείη συλλογίσασθαι τὴν διαφορὰν τῶν πεντηρικῶν πλοίων πρὸς τὰς τριήρεις, αἷς οἵ τε Πέρσαι πρὸς τοὺς Ἕλληνας καὶ πάλιν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι πρὸς ἀλλήλους ἐναυμάχουν, οὐδʼ ἂν καθόλου δυνηθείη τηλικαύτας δυνάμεις εὑρεῖν ἐν θαλάττῃ διηγωνισμένας.
もし誰かが、ペルシア人がギリシア人相手に、またのちにはアテナイ人とラケダイモン人が互いに海戦を戦った三段櫂船と、五段櫂船との違いを比較考量したいと思うなら、これほど巨大な戦力が海でしのぎを削った例を、全く見出すことはできないはずである。
§1.63.9ἐξ ὧν δῆλον τὸ προτεθὲν ἡμῖν ἐξ ἀρχῆς ὡς οὐ τύχῃ Ῥωμαῖοι, καθάπερ ἔνιοι δοκοῦσι τῶν Ἑλλήνων, οὐδʼ αὐτομάτως, ἀλλὰ καὶ λίαν εἰκότως ἐν τοιούτοις καὶ τηλικούτοις πράγμασιν ἐνασκήσαντες οὐ μόνον ἐπεβάλοντο τῇ τῶν ὅλων ἡγεμονίᾳ καὶ δυναστείᾳ τολμηρῶς, ἀλλὰ καὶ
これらのことから、我々が最初に提示した前提、すなわち、ギリシア人の一部が考えているように、ローマ人が運や偶然によってではなく、むしろ極めて当然のことながら、このような、かつこれほど重大な事態の中で鍛錬を積んだことによって、全世界の覇権と支配に大胆に手を伸ばしただけでなく、さらには……ということが明らかになるのである。