Humanitext Reader

波利比奥斯 · 历史 §1.63.1-1.63.9

和约条款的修订与第一次布匿战争的结束

第 63 段,共 1311 段 · 希腊语

内容简介

罗马民众拒绝了最初的条约草案,并对迦太基追加了更严苛的条件。作者波里比乌斯强调第一次布匿战争的规模在历史上空前绝后,并指出罗马夺取霸权绝非偶然。

§1.63.1τούτων δʼ ἐπανενεχθέντων εἰς τὴν Ῥώμην, οὐ προσεδέξατο τὰς συνθήκας ὁ δῆμος. ἀλλʼ ἐξαπέστειλεν ἄνδρας δέκα τοὺς ἐπισκεψομένους ὑπὲρ τῶν πραγμάτων.
这些条款被呈报到罗马后,民众并没有接受该条约,而是派出了十位专员去调查实际情况。
§1.63.2οἳ καὶ παραγενόμενοι τῶν μὲν ὅλων οὐδὲν ἔτι μετέθηκαν, βραχέα δὲ προσεπέτειναν τοὺς Καρχηδονίους.
他们抵达后,在大体条款上没有做任何修改,但对迦太基人提出了更严苛的要求。
§1.63.3τόν τε γὰρ χρόνον τῶν φόρων ἐποίησαν ἥμισυν, χίλια τάλαντα προσθέντες, τῶν τε νήσων ἐκχωρεῖν Καρχηδονίους προσεπέταξαν, ὅσαι μεταξὺ τῆς Ἰταλίας κεῖνται καὶ τῆς Σικελίας.
因为他们将交纳贡税的时间缩短了一半,并追加了一千塔兰特,还进一步命令迦太基人撤离介于意大利与西西里之间的所有岛屿。
§1.63.4ὁ μὲν οὖν Ῥωμαίοις καὶ Καρχηδονίοις συστὰς περὶ Σικελίας πόλεμος ἐπὶ τοιούτοις καὶ τοιοῦτον ἔσχε τὸ τέλος, ἔτη πολεμηθεὶς εἴκοσι καὶ τέτταρα συνεχῶς, πόλεμος ὧν ἡμεῖς ἴσμεν ἀκοῇ μαθόντες πολυχρονιώτατος καὶ συνεχέστατος καὶ μέγιστος.
就这样,罗马人与迦太基人之间为争夺西西里而爆发的战争在这样的条件下以此种结果告终。 这场战争连续打了二十四年,在我们所传闻得知的战争中,是最为持久、最为连贯且规模最大的一场。
§1.63.5ἐν ᾧ χωρὶς τῶν λοιπῶν ἀγώνων καὶ παρασκευῶν, καθάπερ εἴπομεν ἀνώτερον, ἅπαξ μὲν οἱ συνάμφω πλείοσιν ἢ πεντακοσίοις, πάλιν δὲ μικρῷ λείπουσιν ἑπτακοσίοις σκάφεσι πεντηρικοῖς ἐναυμάχησαν πρὸς ἀλλήλους.
在这场战争中,正如我们此前所说,且不说其他的交战和军备,双方曾有一次合起来用五百多艘五层橹船相互进行海战,又有一次用了略少于七百艘的五层橹船相互厮杀。
§1.63.6ἀπέβαλόν γε μὴν Ῥωμαῖοι μὲν ἐν τῷ πολέμῳ τούτῳ πεντήρεις μετὰ τῶν ἐν ταῖς ναυαγίαις διαφθαρεισῶν εἰς ἑπτακοσίας, Καρχηδόνιοι δʼ εἰς πεντακοσίας.
实际上,罗马人在这场战争中损失了大约七百艘五层橹船(包括在海难中损毁的),而迦太基人损失了大约五百艘。
§1.63.7ὥστε τοὺς θαυμάζοντας τὰς Ἀντιγόνου καὶ Πτολεμαίου καὶ Δημητρίου ναυμαχίας καὶ τοὺς στόλους εἰκότως ἂν περὶ τούτων ἱστορήσαντας ἐκπεπλῆχθαι τὴν ὑπερβολὴν τῶν πράξεων.
因此,那些惊叹于安提柯、托勒密和德米特里的海战及舰队的人,如果了解了这些事实,自然会对这些伟业的庞大规模感到震惊。
§1.63.8εἰ δέ τις βουληθείη συλλογίσασθαι τὴν διαφορὰν τῶν πεντηρικῶν πλοίων πρὸς τὰς τριήρεις, αἷς οἵ τε Πέρσαι πρὸς τοὺς Ἕλληνας καὶ πάλιν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι πρὸς ἀλλήλους ἐναυμάχουν, οὐδʼ ἂν καθόλου δυνηθείη τηλικαύτας δυνάμεις εὑρεῖν ἐν θαλάττῃ διηγωνισμένας.
如果有人愿意去权衡五层橹船与三层橹船的区别(当年波斯人对希腊人,以及后来雅典人与拉刻代蒙人相互交战时使用的都是三层橹船),就绝不可能在海上找到如此庞大的交战兵力。
§1.63.9ἐξ ὧν δῆλον τὸ προτεθὲν ἡμῖν ἐξ ἀρχῆς ὡς οὐ τύχῃ Ῥωμαῖοι, καθάπερ ἔνιοι δοκοῦσι τῶν Ἑλλήνων, οὐδʼ αὐτομάτως, ἀλλὰ καὶ λίαν εἰκότως ἐν τοιούτοις καὶ τηλικούτοις πράγμασιν ἐνασκήσαντες οὐ μόνον ἐπεβάλοντο τῇ τῶν ὅλων ἡγεμονίᾳ καὶ δυναστείᾳ τολμηρῶς, ἀλλὰ καὶ
由此可见,正如我们最初所提出的设想:罗马人并非像某些希腊人所认为的那样依靠运气或偶然,而是极其自然地,在如此重大和庞大的事业中锻炼了自己,才不仅大胆地着手谋求全世界的霸权和统治,而且……

词汇与语法注释

  1. §1.63.2βραχέα δὲ προσεπέτειναν τοὺς Καρχηδονίους — 动词 προσεπιτείνω 意为“进一步收紧、使更严厉”。在此处,中性复数宾格 βραχέα 用作副词(“稍微”)或直接宾语(“少许细节”),而 τοὺς Καρχηδονίους 则是其动作对象,整句意为“他们对迦太基人稍微加重了条件”。
  2. §1.63.4ὧν ἡμεῖς ἴσμεν ἀκοῇ μαθόντες — 关系代名词 ὧν 是部分属格,修饰未明示的先行词(一切战争),用于说明最高级(πολυχρονιώτατος...)的比较范围。分词 μαθόντες 是与 ἴσμεν(ἴσημι 的第一人称复数,“我们知道”)搭配的补充性分词,表示“我们通过传闻而得知”。
  3. §1.63.7εἰκότως ἂν περὶ τούτων ἱστορήσαντας ἐκπεπλῆχθαι — 由 ὥστε 引导的结果从句中的句式。动词不定式 ἐκπεπλῆχθαι 搭配小词 ἂν,表示潜在或虚拟的结果(“本会感到震惊”)。其假设条件(“如果他们去调查的话”)蕴含在与宾格主语 τοὺς θαυμάζοντας 一致的状况分词 ἱστορήσαντας 中。

引用这一段

波利比奥斯, 历史 §1.63.1-1.63.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.63.1-1.63.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。