§1.62.1οἱ δὲ Καρχηδόνιοι, προσπεσούσης αὐτοῖς ἀπροσδοκήτως τῆς ἥττης, ταῖς μὲν ὁρμαῖς καὶ ταῖς φιλοτιμίαις ἀκμὴν ἕτοιμοι πολεμεῖν ἦσαν, τοῖς δὲ λογισμοῖς ἐξηπόρουν.
カルタゴ人たちは、不意に敗北に見舞われたものの、意気込みと対抗心においては依然として戦う準備ができていたが、理性的な判断においては途方に暮れていた。
§1.62.2οὔτε γὰρ χορηγεῖν ἔτι ταῖς ἐν τῇ Σικελίᾳ δυνάμεσιν οἷοί τʼ ἦσαν, κρατούντων τῆς θαλάττης τῶν ὑπεναντίων· ἀπογνόντες δὲ ταύτας καὶ προδόται τρόπον τινὰ γενόμενοι, ποίαις χερσὶν ἢ ποίοις ἡγεμόσιν πολεμήσειαν οὐκ εἶχον.
というのも、敵が海を支配しているために、彼らはシケリアにいる自軍の部隊にこれ以上補給を送ることができず、さりとてこれらを見捨てることはある意味で裏切り者になることであったが、どのような兵力や指揮官によって戦うべきかも分からなかったからである。
§1.62.3διόπερ ὀξέως διαπεμψάμενοι πρὸς τὸν Βάρκαν ἐπέτρεψαν ἐκείνῳ περὶ τῶν ὅλων.
それゆえ、彼らは速やかにバルカスに使者を送り、全権を彼に委ねた。
ὁ δὲ καὶ λίαν ἐποίησεν ἔργον ἡγεμόνος ἀγαθοῦ καὶ φρονίμου.
すると彼は、実に優れた、かつ賢明な指揮官にふさわしい働きをした。
§1.62.4μέχρι μὲν γὰρ ἐκ τῶν κατὰ λόγον ἦν τις ἐλπὶς ἐν τοῖς ὑποκειμένοις, οὐδὲν τῶν παραβόλων ἢ δεινῶν δοκούντων εἶναι παρέλιπεν, ἀλλὰ πάσας τὰς τοῦ νικᾶν ἐν τῷ πολεμεῖν ἐλπίδας, εἰ καί τις ἄλλος ἡγεμόνων, ἐξήλεγξεν.
すなわち、現状において合理的な見地から何らかの希望がある限り、彼は無謀あるいは恐るべきと思われるようなことでも何一つ怠らず、戦争において勝利するというあらゆる希望を、他のいかなる指揮官にも勝るとも劣らず徹底的に試みたのである。
§1.62.5ἐπειδὴ δὲ περιέστη τὰ πράγματα, καὶ τῶν κατὰ λόγον οὐδὲν ἔτι κατελείπετο πρὸς τὸ σῴζειν τοὺς ὑποταττομένους, πάνυ νουνεχῶς καὶ πραγματικῶς εἴξας τοῖς παροῦσιν ὑπὲρ σπονδῶν καὶ διαλύσεων ἐξαπέστελλε πρεσβευτάς.
しかし、情勢が一変し、部下たちを救うための合理的な手段がもはや何一つ残されていなくなったとき、彼は極めて賢明かつ現実的に現在の状況に屈し、休戦と講和のために使節を派遣した。
§1.62.6τοῦ γὰρ αὐτοῦ νομιστέον ἡγεμόνος εἶναι τὸ δύνασθαι βλέπειν τόν τε τοῦ νικᾶν, ὁμοίως δὲ καὶ τὸν τοῦ λείπεσθαι καιρόν.
なぜなら、勝利すべき時と、同様に敗北を受け入れるべき時を共に見極められることこそが、同一の優れた指揮官に求められる能力だと考えられるべきだからである。
§1.62.7τοῦ δὲ Λυτατίου προθύμως δεξαμένου τὰ παρακαλούμενα διὰ τὸ συνειδέναι τοῖς σφετέροις πράγμασι τετρυμένοις καὶ κάμνουσιν ἤδη τῷ πολέμῳ, συνέβη τέλος ἐπιθεῖναι τῇ διαφορᾷ τοιούτων τινῶν συνθηκῶν διαγραφεισῶν· " §1.62.81ἐπὶ τοῖσδε φιλίαν εἶναι Καρ‘χηδονίοις καὶ Ῥωμαίοις, ἐὰν καὶ τῷ δήμῳ τῶν ‘Ῥωμαίων συνδοκῇ.
一方、ルタティウスも、自国の状況がすでに戦争によって疲弊しきって苦しんでいることを自覚していたために、この申し出を快く受け入れ、次のような条約が起草されて紛争に終止符が打たれることとなった:" 1 以下の条件のもとで、カルタゴ人とローマ人の間に友好関係が存在するものとする。 ただし、ローマの民衆もこれに同意することを条件とする。
ἐκχωρεῖν Σικελίας ἁπάσης ‘Καρχηδονίους καὶ μὴ πολεμεῖν Ἱέρωνι μηδʼ ἐπι‘φέρειν ὅπλα Συρακοσίοις μηδὲ τῶν Συρακοσίων"
カルタゴ人はシケリア全土から退去すること。 また、ヒエロンと交戦せず、シラクサ人に対しても、シラクサ人の同盟国に対しても武器を向けてはならない。
§1.62.91συμμάχοις.
1 同盟国に対しても同様である。
ἀποδοῦναι Καρχηδονίους Ῥωμαίοις ‘χωρὶς λύτρων ἅπαντας τοὺς αἰχμαλώτους.
カルタゴ人はローマ人に対し、身代金なしにすべての捕虜を返還すること。
ἀργυ‘ρίου κατενεγκεῖν Καρχηδονίους Ῥωμαίοις ἐν ἔτεσιν ‘εἴκοσι δισχίλια καὶ διακόσια τάλαντα Εὐβοϊκά. ’
カルタゴ人は二十年間に、銀二千二百エウボイア・タラントンをローマ人に支払うこと。 "