§1.61.1ρον κατέστησε τοῖς πολεμίοις τὸν στόλον.
……(船首を向け)た形で、敵に対して艦隊を配置した。
οἱ δὲ Καρχηδόνιοι κατιδόντες τὸν διάπλουν αὐτῶν προκατέχοντας τοὺς Ῥωμαίους, καθελόμενοι τοὺς ἱστοὺς καὶ παρακαλέσαντες κατὰ ναῦν σφᾶς αὐτοὺς συνέβαλλον τοῖς ὑπεναντίοις.
カルタゴ人たちは、ローマ人が彼らの渡海路を先回りして塞いでいるのを見て、帆柱を下ろし、船ごとに互いに励まし合って、敵と戦闘を交えた。
§1.61.2τῆς δʼ ἑκατέρων παρασκευῆς τὴν ἐναντίαν ἐχούσης διάθεσιν τῇ περὶ τὰ Δρέπανα γενομένῃ ναυμαχίᾳ, καὶ τὸ τέλος ἑκατέροις τῆς μάχης εἰκότως ἐναντίον ἀπέβη.
双方の準備状況が、ドレパナ近海で行われた海戦の際とは正反対の状態にあったため、戦闘の結末もまた、当然ながら双方にとって正反対の結果となった。
§1.61.3Ῥωμαῖοι μὲν γὰρ τήν τε ναυπηγίαν μετειλήφεσαν καὶ τὰ βάρη πάντα χωρὶς τῶν πρὸς τὴν ναυμαχίαν ἐπιτηδείων ἐξετέθειντο·
すなわちローマ人は、造船法を一新し、海戦に必要な物資を除いてすべての重量物を陸に揚げていた。
τά τε πληρώματα συγκεκροτημένα διαφέρουσαν αὐτοῖς τὴν χρείαν παρείχετο, τούς τʼ ἐπιβάτας κατʼ ἐκλογὴν ἄνδρας ἀπαραχωρήτους ἐκ τῶν πεζικῶν στρατοπέδων εἶχον.
また、十分に訓練された水兵たちは極めて優れた働きを見せ、戦闘員には陸上部隊から選抜された不屈の男たちを乗せていた。
§1.61.4περὶ δὲ τοὺς Καρχηδονίους τἀναντία τούτοις ὑπῆρχεν.
これに対して、カルタゴ人の側はこれらとは正反対の状況であった。
αἱ μὲν γὰρ νῆες γέμουσαι δυσχρήστως διέκειντο πρὸς τὸν κίνδυνον, τὰ δὲ πληρώματα τελέως ἦν ἀνάσκητα καὶ πρὸς καιρὸν ἐμβεβλημένα, τὰ δʼ ἐπιβατικὰ νεοσύλλογα καὶ πρωτόπειρα πάσης κακοπαθείας καὶ παντὸς δεινοῦ.
船は満載であって戦闘には不向きな状態にあり、水兵たちは完全に未訓練で急場しのぎに集められた者たちであり、戦闘員は新たに召集されたばかりで、あらゆる苦難や危険に対して全くの未経験であった。
§1.61.5διὰ γὰρ τὸ μηδέποτʼ ἂν ἔτι τοὺς Ῥωμαίους ἐλπίσαι τῆς θαλάττης ἀντιποιήσασθαι καταφρονήσαντες ὠλιγώρουν τῶν ναυτικῶν δυνάμεων.
というのも、ローマ人が再び海の支配権を争おうなどとは決して予想しないだろうと考えて侮り、彼らは海軍力を軽視していたからである。
§1.61.6τοιγαροῦν ἅμα τῷ συμβαλεῖν κατὰ πολλὰ μέρη τῆς μάχης ἐλαττούμενοι ταχέως ἐλείφθησαν, καὶ πεντήκοντα μὲν αὐτῶν ναῦς κατέδυσαν, ἑβδομήκοντα δʼ ἑάλωσαν αὔτανδροι·
それゆえ、交戦すると同時に戦闘の多くの箇所で劣勢に立たされ、速やかに敗北した。 彼らの船のうち五十隻が沈没し、七十隻が乗組員ごと捕獲された。
§1.61.7τὸ δὲ λοιπὸν πλῆθος ἐπαράμενον τοὺς ἱστοὺς καὶ κατουρῶσαν αὖθις ἀπεχώρει πρὸς τὴν Ἱερὰν νῆσον, εὐτυχῶς καὶ παραδόξως ἐκ μεταβολῆς αὐτοῖς πρὸς τὸν δέοντα καιρὸν τοῦ πνεύματος συνεργήσαντος.
残りの船団は、再び帆柱を立てて順風に乗り、聖なる島へと退却した。 幸運にも、また思いがけず、ちょうど必要な時に風向きが変わって彼らを助けたからである。
§1.61.8ὁ μὲν οὖν τῶν Ῥωμαίων στρατηγὸς ἀποπλεύσας πρὸς τὸ Λιλύβαιον καὶ τὰ στρατόπεδα περὶ τὴν τῶν αἰχμαλώτων πλοίων καὶ τῶν σωμάτων οἰκονομίαν ἐγίνετο, μεγάλην οὖσαν·
一方、ローマの指揮官はリリュバイオンへと帰航し、捕獲した船と捕虜の管理・処置に取りかかったが、それは膨大な数に及んだ。
οὐ γὰρ πολὺ τῶν μυρίων ἔλειπε σωμάτων τὰ ληφθέντα ζωγρίᾳ κατὰ τὸν κίνδυνον.
戦闘中に生け捕りにされた捕虜の数は、一万人にほとんど迫るものであったからである。