§1.60.1οἱ δὲ Καρχηδόνιοι, παρὰ τὴν ὑπόνοιαν προσπεσόντος αὐτοῖς τοῦ πεπλευκέναι στόλῳ τοὺς Ῥωμαίους καὶ πάλιν ἀντιποιεῖσθαι τῆς θαλάττης, παραυτίκα κατήρτιζον τὰς ναῦς,
カルタゴ人たちは、ローマ人が艦隊を率いて航海に出、再び海の支配権を争おうとしているという、予想に反する知らせを受け取ると、直ちに船の艤装を整え、食糧やその他の必要物資を積載して艦隊を派遣した。
§1.60.2καὶ πληρώσαντες σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐξέπεμπον τὸν στόλον, βουλόμενοι μηδὲν ἐλλείπειν τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα τῶν ἀναγκαίων.
エリュクス周辺の陣営に不可欠な物資が何一つ不足することのないよう望んだからである。
§1.60.3κατέστησαν δὲ καὶ στρατηγὸν ἐπὶ τῆς ναυτικῆς δυνάμεως Ἄννωνα·
彼らはまた、海軍の指揮官としてハンノを任命した。
ὃς ἀναχθεὶς καὶ κατάρας ἐπὶ τὴν Ἱερὰν καλουμένην νῆσον ἔσπευδε τοὺς πολεμίους λαθὼν διακομισθῆναι πρὸς τὸν Ἔρυκα καὶ τὰς μὲν ἀγορὰς ἀποθέσθαι καὶ κουφίσαι τὰς ναῦς, προσλαβὼν δʼ ἐπιβάτας ἐκ τῶν μισθοφόρων τοὺς ἐπιτηδείους καὶ Βάρκαν μετʼ αὐτῶν, οὕτως συμμίσγειν τοῖς ὑπεναντίοις.
彼は出航して「聖なる島」と呼ばれる島に到着すると、敵に気づかれずにエリュクスへ渡り、物資を陸揚げして船を軽くし、さらに雇兵の中から適任の戦闘員と、彼らとともにバルカを乗船させた上で、そのようにして敵と交戦することを急ぎ企てていた。
§1.60.4ὁ δὲ Λυτάτιος συνεὶς τὴν παρουσίαν τῶν περὶ τὸν Ἄννωνα καὶ συλλογισάμενος τὴν ἐπίνοιαν αὐτῶν, ἀναλαβὼν ἀπὸ τοῦ πεζοῦ στρατεύματος τοὺς ἀρίστους ἄνδρας ἔπλευσε πρὸς τὴν Αἰγοῦσσαν νῆσον τὴν πρὸ τοῦ Λιλυβαίου κειμένην.
一方、ルタティウスは、ハンノらの到来を察知し、彼らの意図を推し量ると、陸上部隊から最精鋭の兵たちを乗せて、リリュバイオンの前面に位置するアイグサ島へと航行した。
§1.60.5κἀνταῦθα παρακαλέσας τὰ πρέποντα τῷ καιρῷ τὰς δυνάμεις διεσάφει τοῖς κυβερνήταις ὡς ἐσομένης εἰς τὴν αὔριον ναυμαχίας.
そしてそこで、状況に適した激励を軍隊に与え、翌日には海戦が行われることを舵手たちに告げた。
§1.60.6ὑπὸ δὲ τὴν ἑωθινήν, ἤδη τῆς ἡμέρας ὑποφαινούσης, ὁρῶν τοῖς μὲν ἐναντίοις φορὸν ἄνεμον καταρρέοντα καὶ λαμπρόν, σφίσι δὲ δυσχερῆ γινόμενον τὸν ἀνάπλουν πρὸς ἀντίον τὸ πνεῦμα, κοίλης καὶ τραχείας οὔσης τῆς θαλάττης, τὸ μὲν πρῶτον διηπόρει τί δεῖ χρῆσθαι τοῖς παροῦσι.
だが、夜明け近く、すでに夜が明け始める頃、敵にとっては順風が強く吹いている一方で、自分たちにとっては風に逆らう困難な航行となり、海も深く荒れ狂っているのを見て、彼は最初、現状に対してどう対処すべきか途方に暮れた。
§1.60.7συλλογιζόμενος δʼ ὡς ἐὰν μὲν παραβάλληται χειμῶνος ὄντος, πρὸς Ἄννωνα ποιήσεται τὸν ἀγῶνα καὶ πρὸς αὐτὰς τὰς ναυτικὰς δυνάμεις καὶ πρὸς ἔτι γέμοντα τὰ σκάφη, §1.60.8ἐὰν δὲ τηρῶν εὐδίαν καὶ καταμέλλων ἐάσῃ διᾶραι καὶ συμμῖξαι τοῖς στρατοπέδοις τοὺς πολεμίους, πρός τε τὰς ναῦς εὐκινήτους καὶ κεκουφισμένας ἀγωνιεῖται πρός τε τοὺς ἀρίστους ἄνδρας τῶν ἐκ τοῦ πεζοῦ στρατευμάτων, τὸ δὲ μέγιστον, πρὸς τὴν Ἀμίλκου τόλμαν, ἧς οὐδὲν ἦν τότε φοβερώτερον·
しかし、もし嵐の中で勝負を挑むなら、ハンノ、そしてまさにその海軍力、さらにまだ物資を積載したままの船を相手に戦うことになるが、もし平穏な天気を待って時間を引き延ばし、敵が渡海して陣営と合流するのを許してしまえば、軽快で動きやすい船、そして陸上部隊からの最精鋭の兵たち、さらには何よりも、当時それ以上に恐るべきものはなかったアミルカスの果敢さを相手に戦うことになる、と彼は考えた。
§1.60.9διόπερ ἔκρινε μὴ παρεῖναι τὸν ἐνεστῶτα καιρόν·
それゆえ、彼は目の前にあるこの機会を逃すべきではないと判断した。
συνιδὼν δὲ τὰς τῶν πολεμίων ναῦς ἱστιοδρομούσας ἀνήγετο μετὰ σπουδῆς.
そして、敵の船が帆走してくるのを見て、急ぎ出航した。
§1.60.10τῶν δὲ πληρωμάτων εὐχερῶς ἀναφερόντων τὸν κλύδωνα ταῖς εὐεξίαις, ταχέως ἐπὶ μίαν ἐκτείνας ναῦν ἀντίπρωρ
水兵たちが、その良好な体力によって容易に波を乗り越えて進む中、彼は迅速に一列に船を展開し、船首を向け……