§1.61.1ρον κατέστησε τοῖς πολεμίοις τὸν στόλον.
……(船首)相对地对敌军部署了舰队。
οἱ δὲ Καρχηδόνιοι κατιδόντες τὸν διάπλουν αὐτῶν προκατέχοντας τοὺς Ῥωμαίους, καθελόμενοι τοὺς ἱστοὺς καὶ παρακαλέσαντες κατὰ ναῦν σφᾶς αὐτοὺς συνέβαλλον τοῖς ὑπεναντίοις.
迦太基人看到罗马人已经提前占领了他们的航道,便降下桅杆,在各船上互相激励,与敌人交战。
§1.61.2τῆς δʼ ἑκατέρων παρασκευῆς τὴν ἐναντίαν ἐχούσης διάθεσιν τῇ περὶ τὰ Δρέπανα γενομένῃ ναυμαχίᾳ, καὶ τὸ τέλος ἑκατέροις τῆς μάχης εἰκότως ἐναντίον ἀπέβη.
双方的准备情况与先前在德雷帕纳发生的海战截然相反,因此这场战斗的结局对双方而言也理所当然地完全相反。
§1.61.3Ῥωμαῖοι μὲν γὰρ τήν τε ναυπηγίαν μετειλήφεσαν καὶ τὰ βάρη πάντα χωρὶς τῶν πρὸς τὴν ναυμαχίαν ἐπιτηδείων ἐξετέθειντο· τά τε πληρώματα συγκεκροτημένα διαφέρουσαν αὐτοῖς τὴν χρείαν παρείχετο, τούς τʼ ἐπιβάτας κατʼ ἐκλογὴν ἄνδρας ἀπαραχωρήτους ἐκ τῶν πεζικῶν στρατοπέδων εἶχον.
因为罗马人改建了船只,并卸下了除海战所需之外的一切重物;训练有素的船员为他们提供了极佳的协助,而战斗员则是从陆军营地中挑选出的决不后退的勇士。
§1.61.4περὶ δὲ τοὺς Καρχηδονίους τἀναντία τούτοις ὑπῆρχεν.
而迦太基人的情况则恰恰相反。
αἱ μὲν γὰρ νῆες γέμουσαι δυσχρήστως διέκειντο πρὸς τὸν κίνδυνον, τὰ δὲ πληρώματα τελέως ἦν ἀνάσκητα καὶ πρὸς καιρὸν ἐμβεβλημένα, τὰ δʼ ἐπιβατικὰ νεοσύλλογα καὶ πρωτόπειρα πάσης κακοπαθείας καὶ παντὸς δεινοῦ.
因为他们的船只因满载而处于极不便于应对危险的状态,船员完全没有经过训练、只是临时召集登船,而战斗员也是新募的,对一切艰难和危险毫无经验。
§1.61.5διὰ γὰρ τὸ μηδέποτʼ ἂν ἔτι τοὺς Ῥωμαίους ἐλπίσαι τῆς θαλάττης ἀντιποιήσασθαι καταφρονήσαντες ὠλιγώρουν τῶν ναυτικῶν δυνάμεων.
因为他们认为罗马人绝不会再来争夺海上霸权,所以出于轻视而忽视了海军力量。
§1.61.6τοιγαροῦν ἅμα τῷ συμβαλεῖν κατὰ πολλὰ μέρη τῆς μάχης ἐλαττούμενοι ταχέως ἐλείφθησαν, καὶ πεντήκοντα μὲν αὐτῶν ναῦς κατέδυσαν, ἑβδομήκοντα δʼ ἑάλωσαν αὔτανδροι·
因此,双方一交战,他们便在战场的许多地方处于劣势并迅速溃败;他们的船只中有五十艘被击沉,七十艘连同船员一同被俘。
§1.61.7τὸ δὲ λοιπὸν πλῆθος ἐπαράμενον τοὺς ἱστοὺς καὶ κατουρῶσαν αὖθις ἀπεχώρει πρὸς τὴν Ἱερὰν νῆσον, εὐτυχῶς καὶ παραδόξως ἐκ μεταβολῆς αὐτοῖς πρὸς τὸν δέοντα καιρὸν τοῦ πνεύματος συνεργήσαντος.
其余的众多船只则重新升起桅杆,顺风退回到圣岛,这也是因为幸运且出乎意料的是,风向转变,在关键时刻助了他们一臂之力。
§1.61.8ὁ μὲν οὖν τῶν Ῥωμαίων στρατηγὸς ἀποπλεύσας πρὸς τὸ Λιλύβαιον καὶ τὰ στρατόπεδα περὶ τὴν τῶν αἰχμαλώτων πλοίων καὶ τῶν σωμάτων οἰκονομίαν ἐγίνετο, μεγάλην οὖσαν· οὐ γὰρ πολὺ τῶν μυρίων ἔλειπε σωμάτων τὰ ληφθέντα ζωγρίᾳ κατὰ τὸν κίνδυνον.
于是罗马统帅航行回利里拜翁及营地,着手处理捕获的船只和俘虏,这是一项浩大的工程;因为在战斗中被生擒的俘虏人数差一点就达到了一万人。