Humanitext Reader

ポリュビオス · 歴史 §1.58.1-1.58.9

エリュクス山での過酷な包囲戦と膠着状態

58 / 1311 箇所 · ギリシア語

要旨

運命という審判によってエリュクス山のより狭い戦場に閉じ込められたローマ軍とカルタゴ軍は、過酷な状況下で一歩も退かない攻防を繰り広げ、勝負のつかないまま疲弊していく様子を描く。

§1.58.1οὐ μὴν ἀλλʼ ὥσπερ ἀγαθὸς βραβευτὴς ἡ τύχη μεταβιβάσασα παραβόλως αὐτοὺς ἐκ τοῦ προειρημένου τόπου καὶ τοῦ προϋπάρχοντος ἀθλήματος εἰς παραβολώτερον ἀγώνισμα καὶ τόπον ἐλάττω συνέκλεισεν.
しかしそれどころか、運命は優れた審判のように、彼らを前述の場所とこれまでの闘いから、不意に、より過酷な競技とより狭い場所へと移し、閉じ込めてしまった。
§1.58.2ὁ γὰρ Ἀμίλκας, τῶν Ῥωμαίων τὸν Ἔρυκα τηρούντων ἐπί τε τῆς κορυφῆς καὶ παρὰ τὴν ῥίζαν, καθάπερ εἴπομεν, κατελάβετο τὴν πόλιν τῶν Ἐρυκίνων, ἥτις ἦν μεταξὺ τῆς τε κορυφῆς καὶ τῶν πρὸς τῇ ῥίζῃ στρατοπεδευσάντων.
というのも、ハミルカルは、ローマ人がすでに述べたように頂上と麓の双方に陣を置いてエリュクスを監視していたところを、頂上と麓に陣取った者たちのちょうど中間に位置するエリュクスの町を占領したからである。
§1.58.3ἐξ οὗ συνέβαινε παραβόλως μὲν ὑπομένειν καὶ διακινδυνεύειν πολιορκουμένους τοὺς τὴν κορυφὴν κατέχοντας τῶν Ῥωμαίων, ἀπίστως δὲ τοὺς Καρχηδονίους ἀντέχειν, τῶν τε πολεμίων πανταχόθεν προσκειμένων καὶ τῶν χορηγιῶν οὐ ῥᾳδίως αὐτοῖς παρακομιζομένων, ὡς ἂν τῆς θαλάττης καθʼ ἕνα τόπον καὶ μίαν πρόσοδον ἀντεχομένοις.
これにより、頂上を保持していたローマ人たちは、包囲されながらも危険を冒して必死に持ちこたえることになり、他方カルタゴ人たちも、敵が四方から迫り、かつ海の一箇所にのみ港(進路)を頼っていたために補給品の輸送も容易でない中で、信じられないほど頑強に耐え抜くことになった。
§1.58.4οὐ μὴν ἀλλὰ πάλιν ἐνταῦθα πάσαις μὲν ἀμφότεροι ταῖς πολιορκητικαῖς ἐπινοίαις καὶ βίαις χρησάμενοι κατʼ ἀλλήλων, πᾶν δὲ γένος ἐνδείας ἀνασχόμενοι, πάσης δʼ ἐπιθέσεως καὶ μάχης πεῖραν λαβόντες, §1.58.5τέλος οὐχ, ὡς Φάβιός φησιν, ἐξαδυνατοῦντες καὶ περικακοῦντες, ἀλλʼ ὡς ἂν ἀπαθεῖς καὶ ἀήττητοί τινες ἄνδρες ἱερὸν ἐποίησαν τὸν στέφανον.
とはいえ、ここでも再び双方が互いに対してあらゆる攻城の計略と武力を用い、あらゆる過酷な欠乏に耐え、あらゆる襲撃と戦闘を経験したが、最終的には、ファビウスが言うように、力尽きて疲れ果てて降伏したのではなく、まるで疲弊することのない不敗の闘士たちの如く、勝負なしの引き分け(栄冠を神に捧げること)としたのである。
§1.58.6πρότερον γὰρ ἢ ʼκείνους ἀλλήλων ἐπικρατῆσαι, καίπερ δύʼ ἔτη πάλιν ἐν τούτῳ τῷ τόπῳ διαγωνισαμένους, διʼ ἄλλου τρόπου συνέβη λαβεῖν τὸν πόλεμον τὴν κρίσιν.
なぜなら、彼らがこの場所でさらに2年間戦い抜いたにもかかわらず、どちらか一方が他方を圧倒するより前に、別の方法によって戦争は決定的な決着を迎えることになったからである。
§1.58.7τὰ μὲν οὖν περὶ τὸν Ἔρυκα καὶ τὰς πεζικὰς δυνάμεις τοιαύτην ἔσχε διάθεσιν.
さて、エリュクスにおける状況と歩兵部隊の様子はこのような状態であった。
τὰ δὲ πολιτεύματʼ ἦν ἀμφοτέρων παραπλήσια τοῖς ψυχομαχοῦσι τῶν εὐγενῶν ὀρνίθων.
しかし、双方の国家は、死力を尽成して戦う血統の良い闘鶏たちのようであった。
§1.58.8ἐκεῖνοί τε γὰρ πολλάκις ἀπολωλεκότες τὰς πτέρυγας διὰ τὴν ἀδυναμίαν, αὐτῇ δὲ τῇ ψυχῇ μένοντες ἐκβάλλουσι τὰς πληγάς, ἕως ἂν αὐτομάτως ποτὲ περιπεσόντες αὑτοῖς καιρίως ἀλλήλων διαδράξωνται, κἄπειτα τούτου γενομένου συμβῇ τὸν ἕτερον αὐτῶν προπεσεῖν·
なぜなら、彼ら(闘鶏たち)は衰弱のためにしばしば羽を傷つけながらも、闘志そのものによって踏みとどまり、攻撃を繰り出し続け、ついに偶然お互いにとって決定的な瞬間に組み合い、そうして組み合った末に、どちらか一方が力尽きて倒れるまで続くからである。
§1.58.9οἵ τε Ῥωμαῖοι καὶ Καρχηδόνιοι κάμνοντες ἤδη τοῖς πόνοις διὰ τὴν συνέχειαν τῶν κινδύνων εἰς τέλος ἀπήλγουν τήν τε δύναμιν παρελέλυντο καὶ παρεῖντο
ローマ人もカルタゴ人も同様に、絶え間ない危険による辛苦のためにすでに疲弊し、限界まで痛めつけられており、その戦力は麻痺し、力尽きていた。

語釈・文法注

  1. 1.58.1βραβευτής — 「競技の審判員、裁定者」の意。前章(1.57.1)における拳闘士(πύκται)の比喩を受け継ぎ、両軍の戦闘を一種の競技に見立て、その展開を支配する運命(τύχη)を審判に例えた表現である。
  2. 1.58.3ὡς ἂν τῆς θαλάττης... ἀντεχομένοις — 与格複数分詞 ἀντεχομένοις は、直前の与格代名詞 αὐτοῖς(カルタゴ人たち)に一致する。ὡς ἄν + 分詞の形で「〜であるから、〜であるかのように」と主観的な理由を提示している。
  3. 1.58.5ἱερὸν ἐποίησαν τὸν στέφανον — 直訳は「彼らは栄冠を神聖なものとした」。古代ギリシアの競技会において、勝敗が決せず引き分けになった際、勝者に授与されるべき冠を神(神殿)に捧げたという慣行に基づく慣用表現。ここでは両軍が互いに譲らず勝負がつかなかったことを示す。
  4. 1.58.9παρελέλυντο καὶ παρεῖντο — 動詞 παραλύω(麻痺させる)および παρίημι(緩める、無力にする)の過去完了中・受動態。主語は前文の「ローマ人とカルタゴ人(οἵ τε Ῥωμαῖοι καὶ Καρχηδόνιοι)」であり、対格の τὴν δύναμιν は「戦力に関して」という意味の限定(関係対格)。身体の運動能力の喪失(麻痺や虚脱)に例えて、国家全体の軍事力が極限まで摩耗したことを表現している。

この箇所を引用する

ポリュビオス, 歴史 §1.58.1-1.58.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.58.1-1.58.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。