§1.59.1διὰ τὰς πολυχρονίους εἰσφορὰς καὶ δαπάνας.
(彼らが疲弊していたのは)長期にわたる戦時税と出費のためであった。
ὁμοίως δὲ Ῥωμαῖοι ψυχομαχοῦντες, καίπερ ἔτη σχεδὸν ἤδη πέντε τῶν κατὰ θάλατταν πραγμάτων ὁλοσχερῶς ἀφεστηκότες διά τε τὰς περιπετείας καὶ διὰ τὸ πεπεῖσθαι διʼ αὐτῶν τῶν πεζικῶν δυνάμεων κρινεῖν τὸν πόλεμον, §1.59.2τότε συνορῶντες οὐ προχωροῦν αὑτοῖς τοὔργον κατὰ τοὺς ἐκλογισμοὺς καὶ μάλιστα διὰ τὴν τόλμαν τοῦ τῶν Καρχηδονίων ἡγεμόνος, ἔκριναν τὸ τρίτον ἀντιποιήσασθαι τῶν ἐν ταῖς ναυτικαῖς δυνάμεσιν ἐλπίδων,
同様にローマ人も、死力を尽くして戦っていたものの、度重なる災難のため、また陸上部隊そのものによって戦争の決着がつくと確信していたために、海上の戦いからはすでにほぼ5年ものあいだ完全に遠ざかっていたが、そのとき、事態が自分たちの思惑通りには進んでおらず、とりわけカルタゴ側の指揮官の果敢さのゆえに(進んでいないこと)を悟り、三度目として、海軍力による勝機を自らのものにしようと決意した。
§1.59.3ὑπολαμβάνοντες διὰ τῆς ἐπινοίας ταύτης, εἰ καιρίως ἅψαιντο τῆς ἐπιβολῆς, μόνως ἂν οὕτως πέρας ἐπιθεῖναι τῷ πολέμῳ συμφέρον.
彼らは、この計画において、もしその試みに決定的な好機を捉えて着手するならば、このようにしてのみ戦争に有利な結末をもたらすことができると考えたからである。
ὃ καὶ τέλος ἐποίησαν.
そして、彼らは実際にそれをやり遂げた。
§1.59.4τὸ μὲν γὰρ πρῶτον ἐξεχώρησαν τῆς θαλάττης εἴξαντες τοῖς ἐκ τῆς τύχης συμπτώμασιν, τὸ δὲ δεύτερον ἐλαττωθέντες τῇ περὶ τὰ Δρέπανα ναυμαχίᾳ·
というのも、最初のときは運命の災厄に屈して海から退き、二回目はドレパナ近海の海戦での敗北によって退いたのであった。
§1.59.5τότε δὲ τρίτην ἐποιοῦντο ταύτην τὴν ἐπιβολήν, διʼ ἧς νικήσαντες καὶ τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα τῶν Καρχηδονίων ἀποκλείσαντες τῆς κατὰ θάλατταν χορηγίας τέλος ἐπέθηκαν τοῖς ὅλοις.
しかし今回は、この三度目の試みを行い、それによって勝利を収め、エリュクス周辺のカルタゴ軍陣営を海上からの補給から遮断することで、戦争全体に終止符を打ったのである。
§1.59.6ἦν δὲ τῆς ἐπιβολῆς τὸ πλεῖον ψυχομαχία.
この試みの大部分は、まさに精神的な闘い(意思の試練)であった。
χορηγία μὲν γὰρ οὐχ ὑπῆρχε πρὸς τὴν πρόθεσιν ἐν τοῖς κοινοῖς, οὐ μὴν ἀλλὰ διὰ τὴν τῶν προεστώτων ἀνδρῶν εἰς τὰ κοινὰ φιλοτιμίαν καὶ γενναιότητα προσευρέθη πρὸς τὴν συντέλειαν.
というのも、公庫にはこの計画のための資金がなかったが、指導的立場にある人々の国家に対する名誉心と気高さによって、実行のための資金が追加で集められたからである。
§1.59.7κατὰ γὰρ τὰς τῶν βίων εὐκαιρίας καθʼ ἕνα καὶ δύο καὶ τρεῖς ὑφίσταντο παρέξειν πεντήρη κατηρτισμένην, ἐφʼ ᾧ τὴν δαπάνην κομιοῦνται, κατὰ λόγον τῶν πραγμάτων προχωρησάντων.
彼らは、各自の資産の余力に応じて、一人、あるいは二人、三人で、艤装を整えた五段櫂船を各一隻ずつ提供することを引き受けた。 ただし、事態が順調に進んだ暁には、その費用を払い戻してもらうという条件においてであった。
§1.59.8τῷ δὲ τοιούτῳ τρόπῳ ταχέως ἑτοιμασθέντων διακοσίων πλοίων πεντηρικῶν, ὧν ἐποιήσαντο τὴν ναυπηγίαν πρὸς [παράδειγμα] τὴν τοῦ Ῥοδίου ναῦν, μετὰ ταῦτα στρατηγὸν καταστήσαντες Γάϊον Λυτάτιον ἐξέπεμψαν ἀρχομένης τῆς θερείας.
このような方法によって、二百隻の五段櫂船が迅速に建造された。 それらの建造にあたっては、あのロドス人の船を[手本]としたものであった。 この後、彼らはガイウス・ルタティウスを総司令官に任命し、夏の初めに彼を派遣した。
§1.59.9ὃς καὶ παραδόξως ἐπιφανεὶς τοῖς κατὰ τὴν Σικελίαν τόποις τόν τε περὶ τὰ Δρέπανα λιμένα κατέσχε καὶ τοὺς περὶ τὸ Λιλύβαιον ὅρμους, παντὸς ἀνακεχωρηκότος εἰς τὴν οἰκείαν τοῦ τῶν Καρχηδονίων ναυτικοῦ.
彼はシケリアの地に不意に姿を現し、ドレパナの港とリリュバイオン周辺の錨地を占領した。 カルタゴの艦隊はすべて本国へ退却していたからである。
§1.59.10συστησάμενος δὲ περὶ τὴν ἐν τοῖς Δρεπάνοις πόλιν ἔργα καὶ τἄλλα πρὸς τὴν πολιορκίαν παρασκευασάμενος, ἅμα μὲν ταύτῃ προσεκαρτέρει τὰ δυνατὰ ποιῶν, §1.59.11ἅμα δὲ προορώμενος τὴν παρουσίαν τοῦ Καρχηδονίων στόλου καὶ μνημονεύων τῆς ἐξ ἀρχῆς προθέσεως ὅτι μόνως δύναται διὰ τοῦ κατὰ θάλατταν κινδύνου κρίσεως τὰ ὅλα τυχεῖν, οὐκ ἀχρεῖον οὐδʼ ἀργὸν εἴα γίνεσθαι τὸν χρόνον,
彼はドレパナの町の周囲に攻囲設備を築き、その他の包囲戦の準備を整え、一方ではこの攻略に全力を尽くして包囲を続け、他方ではカルタゴ艦隊の到来を予期し、また海上での決戦によってのみ全体の決定的な決着が得られうるという当初からの計画を心に留めて、時間を無駄にしたり無為に過ごしたりすることはなかった。
§1.59.12ἀλλʼ ἀνʼ ἑκάστην ἡμέραν ἀναπείρας καὶ μελέτας ποιῶν τοῖς πληρώμασιν οἰκείως τῆς ἐπιβολῆς τῇ τε λοιπῇ τῇ κατὰ τὴν δίαιταν ἐπιμελείᾳ προσκαρτερῶν ἀθλητὰς ἀπετέλεσεν πρὸς τὸ προκείμενον ἐν πάνυ βραχεῖ χρόνῳ τοὺς ναύτας.
むしろ、日ごとに乗組員たちにその計画にふさわしい出航訓練や演習を行わせ、またその他の日常生活の規律ある管理にも努めたことで、極めて短期間のうちに、水兵たちを目前の任務に堪えうる見事な闘士へと鍛え上げたのである。