§1.58.1οὐ μὴν ἀλλʼ ὥσπερ ἀγαθὸς βραβευτὴς ἡ τύχη μεταβιβάσασα παραβόλως αὐτοὺς ἐκ τοῦ προειρημένου τόπου καὶ τοῦ προϋπάρχοντος ἀθλήματος εἰς παραβολώτερον ἀγώνισμα καὶ τόπον ἐλάττω συνέκλεισεν.
然非但如此,命运如同一个优秀的裁判,出人意料地将他们从上述地点和原先的竞赛中转移出来,关进了一个更为险恶的斗争和更狭窄的空间。
§1.58.2ὁ γὰρ Ἀμίλκας, τῶν Ῥωμαίων τὸν Ἔρυκα τηρούντων ἐπί τε τῆς κορυφῆς καὶ παρὰ τὴν ῥίζαν, καθάπερ εἴπομεν, κατελάβετο τὴν πόλιν τῶν Ἐρυκίνων, ἥτις ἦν μεταξὺ τῆς τε κορυφῆς καὶ τῶν πρὸς τῇ ῥίζῃ στρατοπεδευσάντων.
正如我们所说,当罗马人守卫着埃里克斯山顶和山麓时,哈米尔卡占领了埃里克斯城,该城恰好位于山顶与驻扎在山麓的罗马军队之间。
§1.58.3ἐξ οὗ συνέβαινε παραβόλως μὲν ὑπομένειν καὶ διακινδυνεύειν πολιορκουμένους τοὺς τὴν κορυφὴν κατέχοντας τῶν Ῥωμαίων, ἀπίστως δὲ τοὺς Καρχηδονίους ἀντέχειν, τῶν τε πολεμίων πανταχόθεν προσκειμένων καὶ τῶν χορηγιῶν οὐ ῥᾳδίως αὐτοῖς παρακομιζομένων, ὡς ἂν τῆς θαλάττης καθʼ ἕνα τόπον καὶ μίαν πρόσοδον ἀντεχομένοις.
由此导致的结果是,占领山顶的罗马人虽处于被围困之中,却冒着极大的危险拼死坚守;而迦太基人则以令人难以置信的顽强进行抵抗,尽管敌人从四面八方施加压力,且由于他们仅靠海上的单一地点和单一通道维持联系,物资补给难以运达。
§1.58.4οὐ μὴν ἀλλὰ πάλιν ἐνταῦθα πάσαις μὲν ἀμφότεροι ταῖς πολιορκητικαῖς ἐπινοίαις καὶ βίαις χρησάμενοι κατʼ ἀλλήλων, πᾶν δὲ γένος ἐνδείας ἀνασχόμενοι, πάσης δʼ ἐπιθέσεως καὶ μάχης πεῖραν λαβόντες,
然而,双方在此又一次针对彼此动用了攻城战中的一切谋略和武力,忍受了各种匮乏,并尝试了每一次袭击和战斗。
§1.58.5τέλος οὐχ, ὡς Φάβιός φησιν, ἐξαδυνατοῦντες καὶ περικακοῦντες, ἀλλʼ ὡς ἂν ἀπαθεῖς καὶ ἀήττητοί τινες ἄνδρες ἱερὸν ἐποίησαν τὸν στέφανον.
最终,他们绝非如法比乌斯所说的那样因精疲力竭、心灰意冷而屈服,而是如同一些不可战胜且不向艰难低头的勇士,使桂冠成为了神圣之物(即以平局收场)。
§1.58.6πρότερον γὰρ ἢ ʼκείνους ἀλλήλων ἐπικρατῆσαι, καίπερ δύʼ ἔτη πάλιν ἐν τούτῳ τῷ τόπῳ διαγωνισαμένους, διʼ ἄλλου τρόπου συνέβη λαβεῖν τὸν πόλεμον τὴν κρίσιν.
因为在其中一方压倒另一方之前,尽管他们在这个地方又奋战了两年,战争却以另一种方式迎来了最终的决战。
§1.58.7τὰ μὲν οὖν περὶ τὸν Ἔρυκα καὶ τὰς πεζικὰς δυνάμεις τοιαύτην ἔσχε διάθεσιν.
埃里克斯的局势及陆军的情况大致如此。
τὰ δὲ πολιτεύματʼ ἦν ἀμφοτέρων παραπλήσια τοῖς ψυχομαχοῦσι τῶν εὐγενῶν ὀρνίθων.
然而,双方国家的斗志就像是在进行殊死搏斗的良种斗鸡。
§1.58.8ἐκεῖνοί τε γὰρ πολλάκις ἀπολωλεκότες τὰς πτέρυγας διὰ τὴν ἀδυναμίαν, αὐτῇ δὲ τῇ ψυχῇ μένοντες ἐκβάλλουσι τὰς πληγάς, ἕως ἂν αὐτομάτως ποτὲ περιπεσόντες αὑτοῖς καιρίως ἀλλήλων διαδράξωνται, κἄπειτα τούτου γενομένου συμβῇ τὸν ἕτερον αὐτῶν προπεσεῖν· §1.58.9οἵ τε Ῥωμαῖοι καὶ Καρχηδόνιοι κάμνοντες ἤδη τοῖς πόνοις διὰ τὴν συνέχειαν τῶν κινδύνων εἰς τέλος ἀπήλγουν τήν τε δύναμιν παρελέλυντο καὶ παρεῖντο
因为这些斗鸡虽然常常因虚弱而失去双翼的功能,但仅凭斗志坚守阵地并不断发出攻击,直到它们偶然在关键时刻纠缠在一起,而在那之后,其中一只便倒地不起;罗马人和迦太基人也是如此,由于危险的持续不断,他们早已因劳顿而疲惫不堪,最终痛苦到了极点,力量瘫痪而废弛。