§1.54.1ὁ δʼ ἐν ταῖς Συρακούσαις ὑπολειφθεὶς στρατηγός, ἐπεὶ τὰ κατὰ τὴν πρόθεσιν ἐπετέλεσεν, κάμψας τὸν Πάχυνον ἐποιεῖτο τὸν πλοῦν ὡς ἐπὶ τὸ Λιλύβαιον, οὐδὲν εἰδὼς τῶν περὶ τοὺς προπλέοντας συμβεβηκότων.
シュラクサイの後に残されていた将軍は、計画された用務をすべて完了すると、パキュノス岬を回り込んでリリュバイオンの方へと航海を続けていたが、先行していた者たちの身に何が起こったかについては何も知らなかった。
§1.54.2ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος, σημηνάντων τῶν σκοπῶν αὐτῷ πάλιν τὴν ἐπιφάνειαν τῶν ὑπεναντίων, ἀναχθεὶς ἔπλει μετὰ σπουδῆς, βουλόμενος αὐτοῖς ὡς πλεῖστον ἀπέχουσι τῶν οἰκείων νεῶν συμβαλεῖν.
カルタゴの海軍司令官は、見張りの者たちが再び敵の出現を知らせると、出航して急いで進んだ。 彼らが味方の船からできるだけ遠く離れているうちに、戦闘を交えたいと望んだからである。
§1.54.3ὁ δʼ Ἰούνιος κατιδὼν ἐκ πολλοῦ τὸν στόλον τὸν τῶν Καρχηδονίων καὶ τὸ πλῆθος τῶν σκαφῶν, οὔτε συμβαλεῖν τολμῶν οὔτʼ ἐκφυγεῖν ἔτι δυνατὸς ὢν διὰ τὸ σύνεγγυς εἶναι τοὺς πολεμίους, ἐγκλίνας εἰς τόπους τραχεῖς καὶ κατὰ πάντα τρόπον ἐπισφαλεῖς καθωρμίσθη,
ユニウスは、かなり遠くからカルタゴの艦隊とそのおびたただしい数の船を目にしたが、戦う勇気もなく、また敵が極めて間近に迫っていたために逃れることももはや不可能であったので、険しくあらゆる点で危険をはらんだ場所へと進路を変えて、そこに錨を下ろした。
§1.54.4κρίνων αἱρετώτερον ὑπάρχειν ὅ,τι δέοι παθεῖν μᾶλλον ἢ τοῖς πολεμίοις αὔτανδρον τὸ σφέτερον στρατόπεδον ὑποχείριον ποιῆσαι.
これは、自分たちの軍勢を乗組員ごと敵の手中に陥らせるよりは、身に受けるべきいかなる運命をも甘んじて受けることの方が望ましいと判断したからであった。
§1.54.5συνιδὼν δὲ καὶ τὸ περὶ τούτου γεγονὸς ὁ τῶν Καρχηδονίων ναύαρχος τὸ μὲν παραβάλλεσθαι καὶ προσάγειν τοιούτοις τόποις ἀπεδοκίμασε, λαβὼν δʼ ἄκραν τινὰ καὶ προσορμισθεὶς ταύτῃ μεταξὺ τῶν στόλων ἐτήρει καὶ προσεῖχε τὸν νοῦν ἀμφοτέροις.
カルタゴの海軍司令官は、この件について起こった事態を察知すると、そのような場所に近づいて危険を冒すことは避け、とある岬に拠点を定めてそこに停泊し、二つの艦隊の中間に位置して監視を続け、双方に注意を払っていた。
§1.54.6ἐπιγενομένου δὲ χειμῶνος καὶ περιστάσεως προφαινομένης ἐκ τοῦ πελάγους ὁλοσχερεστέρας, οἱ μὲν τῶν Καρχηδονίων κυβερνῆται διά τε τὴν τῶν τόπων καὶ τὴν τοῦ πράγματος ἐμπειρίαν προορώμενοι τὸ μέλλον καὶ προλέγοντες τὸ συμβησόμενον ἔπεισαν τὸν Καρθάλωνα φυγεῖν τὸν χειμῶνα καὶ κάμψαι τὴν ἄκραν τοῦ Παχύνου.
だが、嵐が起こり、沖合からさらに大規模な大荒れの予兆が現れると、カルタゴの操舵手たちは、その場所の地形とこのような事態に関する彼らの経験から未来を見通し、これから起こるであろうことを予測して、カルタロンを説得し、嵐を避けてパキュノス岬を回り込ませた。
§1.54.7πεισθέντος δὲ νουνεχῶς, οὗτοι μὲν πολλὰ μοχθήσαντες καὶ μόλις ὑπεράραντες τὴν ἄκραν ἐν ἀσφαλεῖ καθωρμίσθησαν,
カルタロンが賢明にもこれに従うと、彼らは大変な苦労を重ね、かろうじて岬を回り越えて、安全な場所に停泊した。
§1.54.8οἱ δὲ τῶν Ῥωμαίων στόλοι, τοῦ χειμῶνος ἐπιγενομένου καὶ τῶν τόπων εἰς τέλος ὑπαρχόντων ἀλιμένων, οὕτως διεφθάρησαν ὥστε μηδὲ τῶν ναυαγίων μηδὲν γενέσθαι χρήσιμον, ἀλλʼ ἀμφοτέρους αὐτοὺς ἄρδην καὶ παραλόγως ἀχρειωθῆναι.
一方、ローマの艦隊は、嵐が襲いかかった上に、その場所が完全に港を持たない不毛の地であったため、難破船の破片すら何一つ再利用できないほどに徹底的に破壊され、双方の艦隊ともに根こそぎ、そして予想もしない形で使い物にならなくなってしまった。