Humanitext Reader

ポリュビオス · 歴史 §1.53.1-1.53.13

カルタロンの急襲とローマ補給艦隊の追撃

53 / 1311 箇所 · ギリシア語

要旨

カルタゴの将軍カルタロンはリリュバイオンのローマ艦隊を急襲し、さらに増援の補給艦隊を追跡する。ローマの財務官たちは小都市の近くに停泊して防戦に備え、カルタゴ軍はこれを攻めきれずに退却して監視を続ける。

§1.53.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀτάρβας μὲν ἄνδρας τοὺς ἐν τῇ ναυμαχίᾳ ληφθέντας καὶ τὰς αἰχμαλώτους νῆας ἐξαπέστειλεν εἰς τὴν Καρχηδόνα, §1.53.2Καρθάλωνα δὲ τὸν συνάρχοντα δοὺς τριάκοντα ναῦς ἐξέπεμψε πρὸς αἷς ἔχων αὐτὸς ἑβδομήκοντα κατέπλευσεν,
同時期に、アタルバスは海戦で捕らえられた者たちと捕獲した船をカルタゴへと送り出し、同僚であるカルタロンに30隻の船を与えて送り出した。
§1.53.3προστάξας ἄφνω προσπεσόντα ταῖς ὁρμούσαις παρὰ τὸ Λιλύβαιον τῶν πολεμίων ναυσίν, ὧν μὲν ἂν δυνατὸς ᾖ κυριεῦσαι, ταῖς δὲ λοιπαῖς πῦρ ἐμβαλεῖν.
カルタロンは、自身が率いて入港していた70隻にこれらを加え、リリュバイオンの近くに停泊している敵の船に不意に襲いかかり、奪取できるものは奪い、残りの船には火を放つよう命じた。
§1.53.4πεισθέντος δὲ τοῦ Καρθάλωνος καὶ ποιησαμένου τὸν ἐπίπλουν ὑπὸ τὴν ἑωθινὴν καὶ τὰ μὲν ἐμπιπρῶντος τὰ δʼ ἀποσπῶντος τῶν πλοίων, μεγάλην συνέπεσε γενέσθαι ταραχὴν περὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον.
カルタロンはこれに従って明け方に襲撃を行い、船の一部に火を放ち、一部を曳航して奪ったため、ローマ人の軍営の周囲には大混乱が生じた。
§1.53.5προσβοηθούντων γὰρ αὐτῶν ἐπὶ τὰς ναῦς καὶ γινομένης κραυγῆς, συννοήσας Ἰμίλκων ὁ τὸ Λιλύβαιον τηρῶν καὶ θεωρῶν ἤδη τῆς ἡμέρας ὑποφαινούσης τὸ συμβαῖνον, ἐπαποστέλλει τοὺς ἐκ τῆς πόλεως μισθοφόρους.
というのも、彼らが船を救うために駆けつけ、叫び声が上がるなか、リリュバイオンを守備していたイミルコンは、夜が明け始めて事態を目にすると、それを察知して、市中から傭兵たちをさらに送り出したからである。
§1.53.6οἱ δὲ Ῥωμαῖοι, τοῦ δεινοῦ πανταχόθεν αὐτοὺς περιστάντος, οὐκ εἰς μικρὰν οὐδʼ εἰς τὴν τυχοῦσαν ἦλθον διατροπήν.
ローマ人たちは、あらゆる方向から危機が迫ったため、並大抵ではない極めて大きな動揺に陥った。
§1.53.7ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος ὀλίγα τῶν σκαφῶν τὰ μὲν ἀποσπάσας τὰ δὲ συντρίψας, μετὰ ταῦτα μικρὸν ἀπὸ τοῦ Λιλυβαίου παρακομισθεὶς ὡς ἐφʼ Ἡρακλείας ἐτήρει, βουλόμενος διακωλύειν τοὺς ἐπὶ τὸ στρατόπεδον πλέοντας.
カルタゴの海軍司令官は、何隻かの船を曳航し、また別の何隻かを破壊した後、リリュバイオンから少し離れたところへ進み、軍営へと航行してくる者たちを阻止するために、ヘラクレイアの方面で待ち伏せをした。
§1.53.8προσαγγειλάντων δὲ τῶν σκοπῶν πλῆθος ἱκανὸν πλοίων προσφέρεσθαι παντοδαπῶν καὶ συνεγγίζειν, ἀναχθεὶς ἔπλει, συμμῖξαι σπεύδων διὰ τὸ καταφρονεῖν τῶν Ῥωμαίων ἐκ τοῦ προγεγενημένου προτερήματος.
見張りの者たちが、あらゆる種類の船がかなりの数で接近してきていると報告すると、彼は出航して進み、先の勝利によってローマ人を侮っていたため、速やかに接触を遂げようとした。
§1.53.9ὁμοίως δὲ καὶ τοῖς ἐκ τῶν Συρακουσῶν προαπεσταλμένοις ταμίαις ἀνήγγειλαν οἱ προπλεῖν εἰθισμένοι λέμβοι τὸν ἐπίπλουν τῶν ὑπεναντίων.
同様に、シュラクサイから先発していた財務官たちに対しても、前衛を務めていた偵察船が敵の来襲を報告した。
§1.53.10οἱ δὲ νομίσαντες οὐκ ἀξιόχρεως σφᾶς αὐτοὺς εἶναι πρὸς ναυμαχίαν, καθωρμίσθησαν πρός τι πολισμάτιον τῶν ὑπʼ αὐτοὺς ταττομένων, ἀλίμενον μέν, σάλους δʼ ἔχον καὶ προβολὰς περικλειούσας ἐκ τῆς γῆς εὐφυεῖς.
彼らは自分たちが海戦を戦うには十分な戦力がないと判断し、自分たちの支配下にある、港はないものの、錨地があり、陸地から突き出て船を囲む好都合な突出部がある小さな町に船を停泊させた。
§1.53.11οὗ ποιησάμενοι τὴν ἀπόβασιν καὶ τούς τε καταπέλτας καὶ τοὺς πετροβόλους τοὺς ἐκ τῆς πόλεως ἐπιστήσαντες προσεδόκων τὸν ἐπίπλουν τῶν ὑπεναντίων.
そこで彼らは上陸し、その町からカタパルトや投石機を配置して、敵の来襲を待ち受けた。
§1.53.12οἱ δὲ Καρχηδόνιοι συνεγγίσαντες τὸ μὲν πρῶτον ἐπεβάλοντο πολιορκεῖν τούτους, ὑπολαβόντες τοὺς μὲν ἄνδρας καταπλαγέντας εἰς τὸ πολισμάτιον ἀποχωρήσειν, τῶν δὲ πλοίων ἀσφαλῶς κυριεύσειν·
カルタゴ人たちは接近すると、当初は彼らを包囲しようと試みた。 ローマ兵たちが恐れをなしてその小さな町へと撤退し、自分たちが船を安全に奪取できると考えたからである。
§1.53.13οὐ προχωρούσης δὲ τῆς ἐλπίδος, ἀλλὰ τοὐναντίον ἀμυνομένων γενναίως, καὶ τοῦ τόπου πολλὰς ἔχοντος καὶ παντοδαπὰς δυσχρηστίας, ὀλίγα τῶν τὰς ἀγορὰς ἐχόντων πλοίων ἀποσπάσαντες ἀπέπλευσαν πρός τινα ποταμόν, ἐν ᾧ καθορμισθέντες ἐπετήρουν τὸν ἀνάπλουν αὐτῶν.
しかし期待通りにはいかず、それどころかローマ兵たちが勇敢に防戦し、さらにその場所が数多くの様々な障害に満ちていたため、食料を積んだ船を数隻奪い去っただけで、ある川の方向へと退却し、そこに停泊してローマ兵たちの出航を監視した。

語釈・文法注

  1. 1.53.2πρὸς αἷς — 関係代名詞 `αἷς`(女性複数)は、先行詞である `ναυσί`(船)が省略されている。前文の `τριάκοντα ναῦς`(30隻の船)を受けたもので、「彼(カルタロン)自身が率いて航行してきた70隻に、それらを加えて」という意味を表す。
  2. 1.53.4πεισθέντος δὲ τοῦ Καρθάλωνος — 一連の属格独立分詞構文(`πεισθέντος`, `ποιησαμένου`, `ἐμπιπρῶντος`, `ἀποσπῶντος`)が重なり、主節の主語(`ταραχή`)とは異なる動作主(カルタロン)の行動を説明している。アオリスト分詞(`πεισθέντος`, `ποιησαμένου`)が「命令に従って襲撃した」という先行・完結した行為を、現在分詞(`ἐμπιπρῶντος`, `ἀποσπῶντος`)が「船を燃やし、奪っている」という襲撃の最中の進行中の行為を示す。
  3. 1.53.6οὐκ εἰς μικρὰν οὐδʼ εἰς τὴν τυχοῦσαν... διατροπήν — `τὴν τυχοῦσαν` は動詞 `τυγχάνω` のアオリスト能動態分詞女性単数対格に定冠詞がついたもので、慣用的に「ありふれた、普通の」を意味する。二重否定の `οὐκ... οὐδέ`(〜でもなく、また〜でもない)を伴うことで、「普通ではない、並大抵ではない(極めて大きな)動揺」という強い肯定の意味(緩叙法)を形成している。
  4. 1.53.13ἀμυνομένων — 属格独立分詞構文 `ἀμυνομένων`(防戦する)は、意味上の主語(ローマ兵たち `τῶν Ῥωμαίων`)が明示されていない。これは文脈上、前文の `τούτους`(彼らを)および `τοὺς ἄνδρας`(ローマ兵たち)から容易に補うことができるため省略されている。

この箇所を引用する

ポリュビオス, 歴史 §1.53.1-1.53.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.53.1-1.53.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。