Humanitext Reader

ポリュビオス · 歴史 §1.42.1-1.42.13

シチリアの地理とリリュバイオン包囲戦の激化

42 / 1311 箇所 · ギリシア語

要旨

シチリア島の地理的特徴、三角形の3つの角(パキュノス、ペロリアス、リリュバイオン)について説明し、ローマ軍によるリリュバイオンの包囲とカルタゴの将軍イミルコンによる必死の抵抗の始まりを描写する。

§1.42.1τὴν μὲν οὖν σύμπασαν Σικελίαν τῇ θέσει τετάχθαι συμβαίνει πρὸς τὴν Ἰταλίαν καὶ τἀκείνης πέρατα παραπλησίως τῇ τῆς Πελοποννήσου θέσει πρὸς τὴν λοιπὴν Ἑλλάδα καὶ τὰ ταύτης ἄκρα,
シチリア全体は、その位置関係において、ペロポネソス半島が残りのギリシア全土やその端の岬に対して占めている位置関係とほぼ同様に、イタリアやその端に対して位置している。
§1.42.2τούτῳ δʼ αὐτῷ διαφέρειν ἀλλήλων, ᾗ ʼκείνη μὲν χερρόνησός ἐστιν, αὕτη δὲ νῆσος·
ただ、まさにこの点において両者は異なっており、前者は半島であるのに対し、後者は島である。
ἧς μὲν γὰρ ὁ μεταξὺ τόπος ἐστὶ πορευτός, ἧς δὲ πλωτός.
なぜなら、前者の間の場所は徒歩で渡れるが、後者の間の場所は船で渡るものだからである。
§1.42.3τὸ δὲ σχῆμα τῆς Σικελίας ἐστὶ μὲν τρίγωνον, αἱ δὲ κορυφαὶ τῶν γωνιῶν ἑκάστης ἀκρωτηρίων λαμβάνουσι τάξεις,
シチリアの形状は三角形であり、それぞれの角の頂点は岬の配置をとっている。
§1.42.4ὧν τὸ μὲν πρὸς μεσημβρίαν νεῦον, εἰς δὲ τὸ Σικελικὸν πέλαγος ἀνατεῖνον Πάχυνος καλεῖται,
それらのうち、南を向き、シチリア海へと突き出ているものはパキュノスと呼ばれる。
§1.42.5τὸ δʼ εἰς τὰς ἄρκτους κεκλιμένον ὁρίζει μὲν τοῦ πορθμοῦ τὸ πρὸς δύσεις μέρος, ἀπέχει δὲ τῆς Ἰταλίας ὡς δεκαδύο στάδια, προσαγορεύεται δὲ Πελωριάς.
また、北に傾いているものは、海峡の西側を画し、イタリアから約12スタディオン離れており、ペロリアスと名付けられている。
§1.42.6τὸ δὲ τρίτον τέτραπται μὲν εἰς αὐτὴν τὴν Λιβύην, ἐπίκειται δὲ τοῖς προκειμένοις τῆς Καρχηδόνος ἀκρωτηρίοις εὐκαίρως, διέχον ὡς χιλίους σταδίους, νεύει δʼ εἰς χειμερινὰς δύσεις, διαιρεῖ δὲ τὸ Λιβυκὸν καὶ τὸ Σαρδῷον πέλαγος, προσαγορεύεται δὲ Λιλύβαιον.
そして第三のものは、リビアそのものに向いており、カルタゴの前面に横たわる岬に対して好都合な位置にあり、約1000スタディオン離れており、西南西を向いていて、リビア海とサルディニア海を分けており、リリュバイオンと名付けられている。
§1.42.7ἐπὶ δὲ τούτῳ πόλις ὁμώνυμος κεῖται τῷ τόπῳ, περὶ ἣν τότε συνέβαινε τοὺς Ῥωμαίους συνίστασθαι τὴν πολιορκίαν, τείχεσί τε διαφερόντως ἠσφαλισμένην καὶ πέριξ τάφρῳ βαθείᾳ καὶ τενάγεσιν ἐκ θαλάττης, διʼ ὧν ἐστιν εἰς τοὺς λιμένας εἴσπλους πολλῆς δεόμενος ἐμπειρίας καὶ συνηθείας.
この岬の上に、その場所と同名の都市が位置しており、当時ローマ人たちがその周囲に包囲陣を敷くこととなった。 この都市はとりわけ城壁によって堅固に守られ、周囲は深い堀と、海からの浅瀬によって囲まれており、その浅瀬を通って港へと入る航路は、多大な経験と熟練を必要とするものであった。
§1.42.8ταύτῃ δὲ προσστρατοπεδεύσαντες ἐξ ἑκατέρου μέρους οἱ Ῥωμαῖοι καὶ τὰ μεταξὺ τῶν στρατοπέδων τάφρῳ καὶ χάρακι καὶ τείχει διαλαβόντες ἤρξαντο προσάγειν ἔργα κατὰ τὸν ἔγγιστα κείμενον τῆς θαλάττης πύργον ὡς πρὸς τὸ Λιβυκὸν πέλαγος.
ローマ人たちは、この都市の両側に陣を敷き、陣営の間の空間を堀と杭柵と壁で遮断した上で、リビア海に面した、海に最も近い位置にある塔に向かって、攻城兵器を進め始めた。
§1.42.9προσκατασκευάζοντες δʼ ἀεὶ τοῖς ὑποκειμένοις καὶ παρεκτείνοντες τῶν ἔργων τὰς κατασκευὰς τέλος ἓξ πύργους τοὺς συνεχεῖς τῷ προειρημένῳ κατέβαλον, τοὺς δὲ λοιποὺς πάντας ἅμα κριοκοπεῖν ἐνεχείρησαν.
彼らは、すでに造られたものに常に付け加えて構築し、攻城施設の範囲を広げていき、ついに前述の塔に連続する6つの塔を倒し、残りのすべての塔に対しても同時に破城槌で攻撃を試みた。
§1.42.10γινομένης δʼ ἐνεργοῦ καὶ καταπληκτικῆς τῆς πολιορκίας, καὶ τῶν πύργων τῶν μὲν πονούντων ἀνʼ ἑκάστην ἡμέραν, τῶν δʼ ἐρειπομένων, ἅμα δὲ καὶ τῶν ἔργων ἐπιβαινόντων ἀεὶ καὶ μᾶλλον ἐντὸς τῆς πόλεως,
包囲戦が激しく、かつ凄まじいものとなり、日ごとにいくつかの塔が破損し、他の塔が崩壊し、同時に攻城施設がますます市内に向けて前進していく中で、包囲されている人々の間には強い動揺と恐怖が生じた。
§1.42.11ἦν ἰσχυρὰ διατροπὴ καὶ κατάπληξις παρὰ τοῖς πολιορκουμένοις, καίπερ ὄντων ἐν τῇ πόλει χωρὶς τοῦ πολιτικοῦ πλήθους αὐτῶν τῶν μισθοφόρων εἰς μυρίους.
市民の群衆を除いても、傭兵だけで約1万人が市内にいたにもかかわらずである。
§1.42.12οὐ μὴν ἀλλʼ ὅ γε στρατηγὸς αὐτῶν Ἰμίλκων οὐδὲν παρέλειπε τῶν δυνατῶν, ἀλλὰ τὰ μὲν ἀντοικοδομῶν, τὰ δʼ ἀντιμεταλλεύων οὐ τὴν τυχοῦσαν ἀπορίαν παρεῖχε τοῖς ὑπεναντίοις.
しかしながら、彼らの将軍イミルコンは、可能な限りの手段を何一つ怠らず、ある場所には対抗壁を築き、ある場所には対抗坑道を掘ることで、敵に並大抵ではない困難を与えた。
§1.42.13ἔτι δὲ καθʼ ἑκάστην ἡμέραν ἐπιπορευόμενος καὶ τοῖς ἔργοις ἐγχειρῶν, εἴ πως δύναιτο πῦρ ἐμβαλεῖν, πολλοὺς ὑπὲρ τούτου τοῦ μέρους καὶ παραβόλους ἀγῶνας δὴ συνίστατο καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ, ὥστε πλείους ἐνίοτε γίνεσθαι νεκροὺς ἐν ταῖς τοιαύταις συμπλοκαῖς τῶν εἰωθότων πίπτειν ἐν ταῖς παρατάξεσι.
さらに彼は毎日出撃し、どうにかして火を放つことができないかと攻城施設を襲撃し、この目的のために昼夜を問わず多くの危険な戦闘を実際に引き起こした。 その結果、このような小競り合いにおける死者の数が、通常の会戦で倒れる者たちの数よりも時に多くなるほどであった。

語釈・文法注

  1. 1.42.1τετάχθαι συμβαίνει — 非人称動詞 `συμβαίνει` に不定詞 `τετάχθαι` (完了受動不定詞)が続く構文。シチリア(`Σικελίαν`)が対格主語。
  2. 1.42.2διαφέρειν — 前節の `συμβαίνει` に並列して従属する不定詞、あるいは独立した記述における不定詞(間接話法的に文脈を引き継ぐ)。
  3. 1.42.7ἠσφαλισμένην — 主格の名詞 `πόλις` にかかるはずの分詞だが、前文の `περὶ ἣν` の関係代名詞(対格)の影響、あるいは `συμβαίνει τοὺς Ῥωμαίους...` の対格に牽引されて対格になっている。
  4. 1.42.12οὐ τὴν τυχοῦσαν — 緩叙法(litotes)の典型例。 `ὁ τυχών`(ありふれた、普通の)の否定によって「並大抵ではない、極めて重大な」という強い意味を表す。

この箇所を引用する

ポリュビオス, 歴史 §1.42.1-1.42.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.42.1-1.42.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。