Humanitext Reader

波利比奥斯 · 历史 §1.42.1-1.42.13

西西里地理与利利俾围城战的激化

第 42 段,共 1311 段 · 希腊语

内容简介

本节介绍了西西里岛的地理特征及三个岬角(帕希诺斯、佩洛利亚斯、利利俾),并详细描绘了罗马人对利利俾展开的包围战以及迦太基将领希米尔科的殊死抵抗。

§1.42.1τὴν μὲν οὖν σύμπασαν Σικελίαν τῇ θέσει τετάχθαι συμβαίνει πρὸς τὴν Ἰταλίαν καὶ τἀκείνης πέρατα παραπλησίως τῇ τῆς Πελοποννήσου θέσει πρὸς τὴν λοιπὴν Ἑλλάδα καὶ τὰ ταύτης ἄκρα,
因此,就地理位置而言,整个西西里岛相对于意大利及其边缘的排布,与伯罗奔尼撒半岛相对于希腊其余部分及其角岬的排布极为相似。
§1.42.2τούτῳ δʼ αὐτῷ διαφέρειν ἀλλήλων, ᾗ ʼκείνη μὲν χερρόνησός ἐστιν, αὕτη δὲ νῆσος·
但两者正是在这一点上有所不同:后者是半岛,而前者是岛屿。
ἧς μὲν γὰρ ὁ μεταξὺ τόπος ἐστὶ πορευτός, ἧς δὲ πλωτός.
因为连接前者的地带是可以步行的,而连接后者的地带则是可以航行的。
§1.42.3τὸ δὲ σχῆμα τῆς Σικελίας ἐστὶ μὲν τρίγωνον, αἱ δὲ κορυφαὶ τῶν γωνιῶν ἑκάστης ἀκρωτηρίων λαμβάνουσι τάξεις,
西西里岛的形状为三角形,其每个角的顶点都构成了岬角。
§1.42.4ὧν τὸ μὲν πρὸς μεσημβρίαν νεῦον, εἰς δὲ τὸ Σικελικὸν πέλαγος ἀνατεῖνον Πάχυνος καλεῖται,
其中指向南方、延伸入西西里海的被称为帕希诺斯。
§1.42.5τὸ δʼ εἰς τὰς ἄρκτους κεκλιμένον ὁρίζει μὲν τοῦ πορθμοῦ τὸ πρὸς δύσεις μέρος, ἀπέχει δὲ τῆς Ἰταλίας ὡς δεκαδύο στάδια, προσαγορεύεται δὲ Πελωριάς.
偏向北方的一个则界定了海峡的西部,距离意大利约有十二斯塔德,被称为佩洛利亚斯。
§1.42.6τὸ δὲ τρίτον τέτραπται μὲν εἰς αὐτὴν τὴν Λιβύην, ἐπίκειται δὲ τοῖς προκειμένοις τῆς Καρχηδόνος ἀκρωτηρίοις εὐκαίρως, διέχον ὡς χιλίους σταδίους, νεύει δʼ εἰς χειμερινὰς δύσεις, διαιρεῖ δὲ τὸ Λιβυκὸν καὶ τὸ Σαρδῷον πέλαγος, προσαγορεύεται δὲ Λιλύβαιον.
第三个则直接面对着利比亚,地理位置优越,正对着迦太基前方的岬角,相距约一千斯塔德,指向西南方向,分隔了利比亚海和撒丁海,被称为利利俾。
§1.42.7ἐπὶ δὲ τούτῳ πόλις ὁμώνυμος κεῖται τῷ τόπῳ, περὶ ἣν τότε συνέβαινε τοὺς Ῥωμαίους συνίστασθαι τὴν πολιορκίαν, τείχεσί τε διαφερόντως ἠσφαλισμένην καὶ πέριξ τάφρῳ βαθείᾳ καὶ τενάγεσιν ἐκ θαλάττης, διʼ ὧν ἐστιν εἰς τοὺς λιμένας εἴσπλους πολλῆς δεόμενος ἐμπειρίας καὶ συνηθείας.
在这座岬角上坐落着一座与该地同名的城市,当时罗马人正是围绕它展开了包围战。 该城不仅因城墙而格外坚固,而且四周还环绕着深壕和来自海洋的浅滩,穿过这些浅滩驶入港口需要极丰富的经验和熟练的技术。
§1.42.8ταύτῃ δὲ προσστρατοπεδεύσαντες ἐξ ἑκατέρου μέρους οἱ Ῥωμαῖοι καὶ τὰ μεταξὺ τῶν στρατοπέδων τάφρῳ καὶ χάρακι καὶ τείχει διαλαβόντες ἤρξαντο προσάγειν ἔργα κατὰ τὸν ἔγγιστα κείμενον τῆς θαλάττης πύργον ὡς πρὸς τὸ Λιβυκὸν πέλαγος.
罗马人在该城的两侧驻军扎营,用壕沟、木栅和围墙将营地之间的区域隔开,并开始朝着最靠近海边、面向利比亚海的城楼推进攻城设施。
§1.42.9προσκατασκευάζοντες δʼ ἀεὶ τοῖς ὑποκειμένοις καὶ παρεκτείνοντες τῶν ἔργων τὰς κατασκευὰς τέλος ἓξ πύργους τοὺς συνεχεῖς τῷ προειρημένῳ κατέβαλον, τοὺς δὲ λοιποὺς πάντας ἅμα κριοκοπεῖν ἐνεχείρησαν.
他们不断在已建成的设施上继续构建,并扩大攻城工事的范围,最终推倒了与前述城楼相连的六座城楼,并企图同时用冲车撞击其余所有的城楼。
§1.42.10γινομένης δʼ ἐνεργοῦ καὶ καταπληκτικῆς τῆς πολιορκίας, καὶ τῶν πύργων τῶν μὲν πονούντων ἀνʼ ἑκάστην ἡμέραν, τῶν δʼ ἐρειπομένων, ἅμα δὲ καὶ τῶν ἔργων ἐπιβαινόντων ἀεὶ καὶ μᾶλλον ἐντὸς τῆς πόλεως, §1.42.11ἦν ἰσχυρὰ διατροπὴ καὶ κατάπληξις παρὰ τοῖς πολιορκουμένοις, καίπερ ὄντων ἐν τῇ πόλει χωρὶς τοῦ πολιτικοῦ πλήθους αὐτῶν τῶν μισθοφόρων εἰς μυρίους.
随着围攻行动变得积极而骇人,城楼有的每天受损,有的坍塌,同时攻城设施也不断向城内推进,被围困的人们陷入了极大的恐慌和混乱之中,尽管城里除了市民大众之外,仅雇佣兵就有一万人左右。
§1.42.12οὐ μὴν ἀλλʼ ὅ γε στρατηγὸς αὐτῶν Ἰμίλκων οὐδὲν παρέλειπε τῶν δυνατῶν, ἀλλὰ τὰ μὲν ἀντοικοδομῶν, τὰ δʼ ἀντιμεταλλεύων οὐ τὴν τυχοῦσαν ἀπορίαν παρεῖχε τοῖς ὑπεναντίοις.
然而,他们的将领希米尔科没有放过任何可行的手段,他通过修筑对等防御墙和挖掘对等反坑道,给对手造成了不小的困难。
§1.42.13ἔτι δὲ καθʼ ἑκάστην ἡμέραν ἐπιπορευόμενος καὶ τοῖς ἔργοις ἐγχειρῶν, εἴ πως δύναιτο πῦρ ἐμβαλεῖν, πολλοὺς ὑπὲρ τούτου τοῦ μέρους καὶ παραβόλους ἀγῶνας δὴ συνίστατο καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ, ὥστε πλείους ἐνίοτε γίνεσθαι νεκροὺς ἐν ταῖς τοιαύταις συμπλοκαῖς τῶν εἰωθότων πίπτειν ἐν ταῖς παρατάξεσι.
此外,他每天都率军出击,试图对攻城设施纵火,为此在白天和黑夜都进行了许多次冒险的搏斗,以至于有时在这些冲突中丧生的人数,甚至超过了通常在正规决战中阵亡的人数。

词汇与语法注释

  1. 1.42.1τετάχθαι συμβαίνει — 无人称动词 `συμβαίνει` 支配完了被动不定式 `τετάχθαι`,其中 `Σικελίαν` 作为其宾格主语。
  2. 1.42.2διαφέρειν — 此不定式或与前句中的 `συμβαίνει` 构成并列从属关系,或在间接引语中起作用,以此延续叙事。
  3. 1.42.7ἠσφαλισμένην — 该分词在逻辑上应修饰主格名词 `πόλις`,但由于受到关系代词 `ἣν` 或整体的“对格加不定式”结构的影响,而被同化为了宾格(`ἠσφαλισμένην`)。
  4. 1.42.12οὐ τὴν τυχοῦσαν — 典型的委婉陈述(litotes);通过否定 `ὁ τυχών`(“寻常的”、“普通的”)来表达“不寻常的”、“极大的”这一强烈含义。

引用这一段

波利比奥斯, 历史 §1.42.1-1.42.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.42.1-1.42.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。