Humanitext Reader

ポリュビオス · 歴史 §1.34.1-1.34.12

チュネスの戦いにおけるローマ軍の壊滅とマルクスの捕縛

34 / 1311 箇所 · ギリシア語

要旨

カルタゴ軍のクサンティッポスが率いる象と騎兵の突撃に対し、ローマ軍は騎兵が敗走し、中央の歩兵も象と敵ファランクスによって壊滅した。将軍マルクスは捕虜となり、カルタゴは大勝利を収めて帰還した。

§1.34.1ἅμα δὲ τῷ τὸν Ξάνθιππον τοῖς μὲν ἐπὶ τῶν θηρίων παραγγεῖλαι προάγειν καὶ διασπᾶν τὰς τῶν ὑπεναντίων τάξεις, τοῖς δʼ ἱππεῦσιν ἐφʼ ἑκατέρου τοῦ κέρατος κυκλοῦν καὶ προσβάλλειν τοῖς πολεμίοις, §1.34.2τότε δὴ καὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον κατὰ τὰ παρʼ αὐτοῖς ἔθη συνεψόφησαν τοῖς ὅπλοις καὶ συναλαλάξαντες ὥρμησαν ἐπὶ τοὺς πολεμίους.
構築されたクサンティッポスが、獣の上にいる者たちには前進して敵の戦列を突き崩すよう命じ、両翼の騎兵たちには敵を包囲して襲撃するよう命じたのと同時に、まさにそのとき、ローマの全軍もまた彼らの慣習に従って武器を打ち鳴らし、大声をあげて敵に向かって突撃した。
§1.34.3οἱ μὲν οὖν ἱππεῖς τῶν Ῥωμαίων ταχέως ἀφʼ ἑκατέρων τῶν κεράτων ἔφυγον διὰ τὸ πολλαπλασίους εἶναι τοὺς Καρχηδονίους.
さて、ローマの騎兵たちは、カルタゴの騎兵が何倍も多数であったため、両翼から速やかに逃げ去った。
§1.34.4τῶν δὲ πεζῶν οἱ ταχθέντες ἐπὶ τοῦ λαιοῦ κέρως, ἅμα μὲν ἐκκλίνοντες τὴν τῶν θηρίων ἔφοδον, ἅμα δὲ καταφρονοῦντες τῶν μισθοφόρων ὥρμησαν ἐπὶ τὸ δεξιὸν κέρας τῶν Καρχηδονίων·
一方、歩兵のうち左翼に配置された者たちは、一方では獣たちの突撃を避け、他方では傭兵たちを軽んじて、カルタゴ人の右翼へと突撃した。
τρεψάμενοι δὲ τούτους ἐπέκειντο καὶ κατεδίωκον αὐτοὺς ἕως εἰς τὸν χάρακα.
そして彼らを退散させると、執拗に攻撃し、陣営にいたるまで追跡した。
§1.34.5τῶν δὲ κατὰ τοὺς ἐλέφαντας ταχθέντων οἱ μὲν πρῶτοι συμπεσόντες ὑπὸ τῆς βίας τῶν ζῴων ἐξωθούμενοι καὶ καταπατούμενοι σωρηδὸν ἐν χειρῶν νόμῳ διεφθείροντο, τῆς γε μὴν ὅλης τάξεως τὸ σύστημα διὰ τὸ βάθος τῶν ἐφεστώτων ἕως τινὸς ἀδιάσπαστον ἔμεινεν.
しかし、象たちに対面して配置された者たちのうち、最初に激突した者たちは、獣たちの圧倒的な力によって押し戻され、踏みつけられ、白兵戦の中で累々と重なって死んでいった。 それでも、戦列全体の結束は、後方に控える隊列の深さのおかげで、しばらくの間は崩れずに維持された。
§1.34.6ἐπεὶ δʼ οἱ μὲν τὰς ἐσχάτας ἔχοντες τάξεις κυκλούμενοι πανταχόθεν ὑπὸ τῶν ἱππέων ἠναγκάζοντο πρὸς τούτους στρεφόμενοι κινδυνεύειν, οἱ δὲ διὰ μέσων τῶν ἐλεφάντων εἰς τὸ πρόσθεν ἐκβιαζόμενοι καὶ κατὰ νώτου παριστάμενοι τῶν θηρίων εἰς ἀκέραιον καὶ συντεταγμένην ἐμπίπτοντες τὴν τῶν Καρχηδονίων φάλαγγα διεφθείροντο,
そして、最後尾の隊列にいた者たちが、騎兵によって四方から包囲され、彼らの方に向きを変えて戦うことを余儀なくされた一方で、象たちの間を突き抜けて前方へと進み、獣たちの背後に出た者たちは、損害を受けていない整然としたカルタゴ人のファランクスに衝突して討ち果たされていった。
§1.34.7τότε δὴ πανταχόθεν πονοῦντες οἱ μὲν πλεῖστοι τῶν Ῥωμαίων συνεπατήθησαν ὑπὸ τῆς ὑπερφυοῦς βίας τῶν ζῴων, οἱ δὲ λοιποὶ συνηκοντίσθησαν ὑπὸ τοῦ πλήθους τῶν ἱππέων ἐν αὐτῷ τῷ τῆς παρατάξεως τόπῳ, τελέως δέ τινες ὀλίγοι πρὸς φυγὴν ὥρμησαν.
まさにそのとき、四方から打ちのめされ、ローマ人の大部分は獣たちの並外れた力によって踏みつぶされ、残りの者たちはまさにその戦場の地で、おびただしい数の騎兵によって投げ槍で射殺され、極めて少数の者たちだけが辛うじて逃走へと向かった。
§1.34.8οὐσῶν δὲ πεδινῶν τῶν ὑποχωρήσεων, καὶ τούτων οἱ μὲν ὑπὸ τῶν θηρίων καὶ τῶν ἱππέων ἀπώλλυντο, πεντακόσιοι δʼ ἴσως οἱ μετὰ Μάρκου τοῦ στρατηγοῦ φυγόντες μετʼ ὀλίγον ὑποχείριοι γενόμενοι σὺν αὐτῷ ʼκείνῳ πάντες ἐζωγρήθησαν.
撤退路が平坦な土地であったため、これらの逃げる者たちのうちもある者は獣や騎兵によって命を落とし、将軍マルクスとともに逃げたおそらく五百人ほどは、まもなく捕らえられて、彼自身とともに全員が生け捕りにされた。
§1.34.9τῶν μὲν οὖν παρὰ τοῖς Καρχηδονίοις μισθοφόρων ἔπεσον εἰς ὀκτακοσίους οἱ κατὰ τὸ λαιὸν τῶν Ῥωμαίων ταχθέντες, τῶν δὲ Ῥωμαίων ἐσώθησαν μὲν εἰς δισχιλίους οἱ κατὰ τὸ δίωγμα τῶν προειρημένων ἐκτὸς γενόμενοι τοῦ κινδύνου,
こうして、カルタゴ側の傭兵のうち、ローマ軍の左翼に対して配置されていた者たちはおよそ八百人が戦死し、ローマ人のうちでは、前述の者たちを追撃したことで危険を免れたおよそ二千人が生き延びた。
§1.34.10τὸ δὲ λοιπὸν πλῆθος διεφθάρη πλὴν Μάρκου τοῦ στρατηγοῦ καὶ τῶν ἅμα τούτῳ φυγόντων.
残りの大軍は、将軍マルクスと彼とともに逃亡した者たちを除いて、皆死に絶えた。
§1.34.11αἱ μὲν οὖν σημεῖαι τῶν Ῥωμαίων αἱ σωθεῖσαι διέπεσον εἰς τὴν Ἀσπίδα παραδόξως·
こうして、生き残ったローマ軍の部隊は、奇跡的にアスピスへと逃げ延びた。
§1.34.12οἱ δὲ Καρχηδόνιοι τοὺς νεκροὺς σκυλεύσαντες καὶ τὸν στρατηγὸν ἅμα μετὰ τῶν αἰχμαλώτων ἄγοντες ἐπανῆλθον περιχαρεῖς τοῖς παροῦσιν εἰς τὴν πόλιν.
カルタゴ人たちは死体から武器を剥ぎ取り、将軍を捕虜たちとともに連れて、この出来事に大いなる喜びを感じながら、都市へと帰還した。

語釈・文法注

  1. 1.34.1ἅμα δὲ τῷ τὸν Ξάνθιππον ... παραγγεῖλαι — ἅμα τῷ に不定詞句が続く構文。対格の τὸν Ξάνθιππον は不定詞 παραγγεῖλαι の意味上の主語である。
  2. 1.34.2τὸ τῶν Ῥωμαίων στρατόπεδον ... συνεψόφησαν ... συναλαλάξαντες ὥρμησαν — 集合名詞 τὸ στρατόπεδον (ローマの軍営・軍隊、中性単数)に対し、動詞(συνεψόφησαν, ὥρμησαν)が複数形に、分詞(συναλαλάξαντες)が男性複数形になっている、意味を優先した一致(constructio ad sensum)の例。
  3. 1.34.5ἐν χειρῶν νόμῳ — イディオム。文字通りには「手の法において」で、「白兵戦で」「格闘の最中に」を意味する。
  4. 1.34.8οὐσῶν δὲ πεδινῶν τῶν ὑποχωρήσεων — οὐσῶν が現在分詞、τῶν ὑποχωρήσεων が主語、πεδινῶν が補語となる独立属格構文。原因(撤退路が平坦であったため)を表す。
  5. 1.34.9τῶν μὲν οὖν παρὰ τοῖς Καρχηδονίοις μισθοφόρων ... ἔπεσον εἰς ὀκτακοσίους οἱ κατὰ τὸ λαιὸν τῶν Ῥωμαίων ταχθέντες — 主語は文の後半の οἱ κατὰ τὸ λαιὸν τῶν Ῥωμαίων ταχθέντες(ローマ軍の左翼に対して配置されていた者たち)であり、文頭の属格句 τῶν μισθοφόρων は部分属格として機能している。

この箇所を引用する

ポリュビオス, 歴史 §1.34.1-1.34.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.34.1-1.34.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。