Humanitext Reader

ポリュビオス · 歴史 §1.35.1-1.35.10

マルクスの失脚と他者の災難から学ぶ歴史の教訓

35 / 1311 箇所 · ギリシア語

要旨

ローマ軍の敗北とマルクスの捕縛を背景に、歴史がもたらす教訓の意義を論じ、他者の災難を通じて学ぶ歴史教育の有益性を強調している。

§1.35.1ἐν ᾧ καιρῷ πολλά τις ἂν ὀρθῶς ἐπισημαινόμενος εὕροι πρὸς ἐπανόρθωσιν τοῦ τῶν ἀνθρώπων βίου συντελεσθέντα.
ἐν ᾧ καιρῷ πολλά τις ἂν ὀρθῶς ἐπισημαινόμενος εὕροι πρὸς ἐπανόρθωσιν τοῦ τῶν ἀνθρώπων βίου συντελεσθέντα. この機会において、正しく注目するなら、人間の生の是正に貢献する多くの出来事が起こったことを、人は見出すであろう。
§1.35.2καὶ γὰρ τὸ διαπιστεῖν τῇ τύχῃ, καὶ μάλιστα κατὰ τὰς εὐπραγίας, ἐναργέστατον ἐφάνη πᾶσιν τότε διὰ τῶν Μάρκου συμπτωμάτων·
καὶ γὰρ τὸ διαπιστεῖν τῇ τύχῃ, καὶ μάλιστα κατὰ τὰς εὐπραγίας, ἐναργέστατον ἐφάνη πᾶσιν τότε διὰ τῶν Μάρκου συμπτωμάτων· というのも、運命を過信しないこと、それも特に順境においてそうすることは、マルクスの災難を通じて、当時すべての人にとって極めて明白に示されたからである。
§1.35.3ὁ γὰρ μικρῷ πρότερον οὐ διδοὺς ἔλεον οὐδὲ συγγνώμην τοῖς πταίουσιν παρὰ πόδας αὐτὸς ἤγετο δεησόμενος τούτων περὶ τῆς ἑαυτοῦ σωτηρίας.
ὁ γὰρ μικρῷ πρότερον οὐ διδοὺς ἔλεον οὐδὲ συγγνώμην τοῖς πταίουσιν παρὰ πόδας αὐτὸς ἤγετο δεησόμενος τούτων περὶ τῆς ἑαυτοῦ σωτηρίας. 少し前には失敗した者たちに慈悲も許しも与えなかった彼自身が、たちまちのうちに、自分自身の救いを求めてこれらを哀願するために連行されていったのである。
§1.35.4καὶ μὴν τὸ παρʼ Εὐριπίδῃ πάλαι καλῶς εἰρῆσθαι δοκοῦν ὡς ἓν σοφὸν βούλευμα τὰς πολλὰς χεῖρας νικᾷ τότε διʼ αὐτῶν τῶν ἔργων ἔλαβε τὴν πίστιν.
καὶ μὴν τὸ παρʼ Εὐριπίδῃ πάλαι καλῶς εἰρῆσθαι δοκοῦν ὡς ἓν σοφὸν βούλευμα τὰς πολλὰς χεῖρας νικᾷ τότε διʼ αὐτῶν τῶν ἔργων ἔλαβε τὴν πίστιν. さらにまた、エウリピデスが昔「一つの賢明な計略が多くの手に勝つ」と美しく語ったとされる言葉が、当時、事実そのものを通じてその確証を得たのである。
§1.35.5εἷς γὰρ ἄνθρωπος καὶ μία γνώμη τὰ μὲν ἀήττητα πλήθη καὶ πραγματικὰ δοκοῦντʼ εἶναι καθεῖλεν, τὸ δὲ προφανῶς πεπτωκὸς ἄρδην πολίτευμα καὶ τὰς ἀπηλγηκυίας ψυχὰς τῶν δυνάμεων ἐπὶ τὸ κρεῖττον ἤγαγεν.
εἷς γὰρ ἄνθρωπος καὶ μία γνώμη τὰ μὲν ἀήττητα πλήθη καὶ πραγματικὰ δοκοῦντʼ εἶναι καθεῖλεν, τὸ δὲ προφανῶς πεπτωκὸς ἄρδην πολίτευμα καὶ τὰς ἀπηλγηκυίας ψυχὰς τῶν δυνάμεων ἐπὶ τὸ κρεῖττον ἤγαγεν. 一人の人間と一つの意志が、無敵で実戦的であると思われていた大軍を打ち倒し、他方で、明らかに完全に崩壊していた国制と、軍隊の絶望しきった士気を、より良い状態へと引き上げたからである。
§1.35.6ἐγὼ δὲ τούτων ἐπεμνήσθην χάριν τῆς τῶν ἐντυγχανόντων τοῖς ὑπομνήμασι διορθώσεως.
ἐγὼ δὲ τούτων ἐπεμνήσθην χάριν τῆς τῶν ἐντυγχανόντων τοῖς ὑπομνήμασι διορθώσεως. 私がこれらのことに言及したのは、この歴史記録に接する人々の自己是正のためである。
§1.35.7δυεῖν γὰρ ὄντων τρόπων πᾶσιν ἀνθρώποις τῆς ἐπὶ τὸ βέλτιον μεταθέσεως, τοῦ τε διὰ τῶν ἰδίων συμπτωμάτων καὶ τοῦ διὰ τῶν ἀλλοτρίων, ἐναργέστερον μὲν εἶναι συμβαίνει τὸν διὰ τῶν οἰκείων περιπετειῶν, ἀβλαβέστερον δὲ τὸν διὰ τῶν ἀλλοτρίων. διὸ τὸν μὲν οὐδέποθʼ ἑκουσίως αἱρετέον,
δυεῖν γὰρ ὄντων τρόπων πᾶσιν ἀνθρώποις τῆς ἐπὶ τὸ βέλτιον μεταθέσεως, τοῦ τε διὰ τῶν ἰδίων συμπτωμάτων καὶ τοῦ διὰ τῶν ἀλλοτρίων, ἐναργέστατον μὲν εἶναι συμβαίνει τὸν διὰ τῶν οἰκείων περιπετειῶν, ἀβλαβέστερον δὲ τὸν διὰ τῶν ἀλλοτρίων. διὸ τὸν μὲν οὐδέποθʼ ἑκουσίως αἱρετέον, すべての人にとって、より良き状態への転換には二つの方法があり、一つは自分自身の不幸によるもので、もう一つは他人のそれによるものであるが、自らの逆境によるものはより鮮明であり、他人のそれによるものは無害である。 それゆえ、前者は決して自発的に選択すべきではない。
§1.35.8ἐπεὶ μετὰ μεγάλων πόνων καὶ κινδύνων ποιεῖ τὴν διόρθωσιν, τὸν δʼ ἀεὶ θηρευτέον, ἐπεὶ χωρὶς βλάβης ἔστιν συνιδεῖν ἐν αὐτῷ τὸ βέλτιον.
ἐπεὶ μετὰ μεγάλων πόνων καὶ κινδύνων ποιεῖ τὴν διόρθωσιν, τὸν δʼ ἀεὶ θηρευτέον, ἐπεὶ χωρὶς βλάβης ἔστιν συνιδεῖν ἐν αὐτῷ τὸ βέλτιον. というのも、それは多大の苦痛と危険を伴って是正をもたらすからである。 これに対して、後者は常に追求すべきである。 なぜなら、何の害もなく、その中に最善のものを見極めることができるからである。
§1.35.9ἐξ ὧν συνιδόντι καλλίστην παιδείαν ἡγητέον πρὸς ἀληθινὸν βίον τὴν ἐκ τῆς πραγματικῆς ἱστορίας περιγινομένην ἐμπειρίαν·
ἐξ ὧν συνιδόντι καλλίστην παιδείαν ἡγητέον πρὸς ἀληθινὸν βίον τὴν ἐκ τῆς πραγματικῆς ἱστορίας περιγινομένην ἐμπειρίαν· これらのことから、物事を理解する者にとっては、実用的な歴史から得られる経験こそが、真実の人生に向けた最も優れた教育であるとみなさなければならない。
§1.35.10μόνη γὰρ αὕτη χωρὶς βλάβης ἐπὶ παντὸς καιροῦ καὶ περιστάσεως κριτὰς ἀληθινοὺς ἀποτελεῖ τοῦ βελτίονος.
μόνη γὰρ αὕτη χωρὶς βλάβης ἐπὶ παντὸς καιροῦ καὶ περιστάσεως κριτὰς ἀληθινοὺς ἀποτελεῖ τοῦ βελτίονος. ταῦτα μὲν οὖν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω. なぜなら、これのみが、いかなる時や状況においても、害を受けることなく、何がより良いかについての真の判断者を形作るからである。
ταῦτα μὲν οὖν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω.
さて、我々の議論はこの程度にしておこう。

語釈・文法注

  1. 1.35.1ἂν ... εὕροι — 潜在を表す ἄν と希求法の組み合わせで、「〜を見出すであろう」という可能性を表現している。また、これに伴う分詞 ὀρθῶς ἐπισημαινόμενος は条件(「もし正しく注目するならば」)を表す副詞的分詞として機能している。
  2. 1.35.3δεησόμενος τούτων — 未来分詞 δεησόμενος は目的(「〜を哀願するために」)を表す。属格の支配語 τούτων は動詞 δέομαι の目的語であり、前文の ἔλεος(慈悲)と συγγνώμη(許し)を指す。
  3. 1.35.7δυεῖν γὰρ ὄντων τρόπων — 属格独立構文(絶対属格)であり、全体の議論の前提状況(「二つの方法がある中で」)を提示している。これに続く名詞句 τῆς ἐπὶ τὸ βέλτιον μεταθέσεως は τρόπων と同格、あるいはそれに係る属格である。
  4. 1.35.9συνιδόντι — 動形容詞 ἡγητέον(「〜とみなすべきである」)とともに用いられ、行為の主体(意味上の主語)を示す「関与の与格」として機能している。「物事を理解する者にとっては」の意。

この箇所を引用する

ポリュビオス, 歴史 §1.35.1-1.35.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.35.1-1.35.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。