§1.34.1ἅμα δὲ τῷ τὸν Ξάνθιππον τοῖς μὲν ἐπὶ τῶν θηρίων παραγγεῖλαι προάγειν καὶ διασπᾶν τὰς τῶν ὑπεναντίων τάξεις, τοῖς δʼ ἱππεῦσιν ἐφʼ ἑκατέρου τοῦ κέρατος κυκλοῦν καὶ προσβάλλειν τοῖς πολεμίοις, §1.34.2τότε δὴ καὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον κατὰ τὰ παρʼ αὐτοῖς ἔθη συνεψόφησαν τοῖς ὅπλοις καὶ συναλαλάξαντες ὥρμησαν ἐπὶ τοὺς πολεμίους.
与此同时,克桑提普斯命令驾驭野兽的士兵向前推进并冲散敌军的战列,并命令左右两翼的骑兵包围并袭击敌军,就在那时,罗马军队也按照他们的惯例击撞武器,并一齐呐喊着冲向敌人。
§1.34.3οἱ μὲν οὖν ἱππεῖς τῶν Ῥωμαίων ταχέως ἀφʼ ἑκατέρων τῶν κεράτων ἔφυγον διὰ τὸ πολλαπλασίους εἶναι τοὺς Καρχηδονίους.
于是,罗马的骑兵因为迦太基人多出数倍,便迅速从两翼撤退。
§1.34.4τῶν δὲ πεζῶν οἱ ταχθέντες ἐπὶ τοῦ λαιοῦ κέρως, ἅμα μὲν ἐκκλίνοντες τὴν τῶν θηρίων ἔφοδον, ἅμα δὲ καταφρονοῦντες τῶν μισθοφόρων ὥρμησαν ἐπὶ τὸ δεξιὸν κέρας τῶν Καρχηδονίων· τρεψάμενοι δὲ τούτους ἐπέκειντο καὶ κατεδίωκον αὐτοὺς ἕως εἰς τὸν χάρακα.
至于部署在左翼的步兵,他们一方面避开了战象的冲击,另一方面鄙视那些雇佣兵,向迦太基人的右翼发起了猛攻;在击溃他们后,紧追不舍,一直将他们驱逐到营地。
§1.34.5τῶν δὲ κατὰ τοὺς ἐλέφαντας ταχθέντων οἱ μὲν πρῶτοι συμπεσόντες ὑπὸ τῆς βίας τῶν ζῴων ἐξωθούμενοι καὶ καταπατούμενοι σωρηδὸν ἐν χειρῶν νόμῳ διεφθείροντο, τῆς γε μὴν ὅλης τάξεως τὸ σύστημα διὰ τὸ βάθος τῶν ἐφεστώτων ἕως τινὸς ἀδιάσπαστον ἔμεινεν.
然而,在面对战象部署的士兵中,最先交锋的人被野兽的蛮力推回并践踏,在近战中堆积如山地死去了;不过,由于后方队列的纵深,整个战列的整体结构在一段时期内仍保持未被瓦解。
§1.34.6ἐπεὶ δʼ οἱ μὲν τὰς ἐσχάτας ἔχοντες τάξεις κυκλούμενοι πανταχόθεν ὑπὸ τῶν ἱππέων ἠναγκάζοντο πρὸς τούτους στρεφόμενοι κινδυνεύειν, οἱ δὲ διὰ μέσων τῶν ἐλεφάντων εἰς τὸ πρόσθεν ἐκβιαζόμενοι καὶ κατὰ νώτου παριστάμενοι τῶν θηρίων εἰς ἀκέραιον καὶ συντεταγμένην ἐμπίπτοντες τὴν τῶν Καρχηδονίων φάλαγγα διεφθείροντο,
当最后方队列的士兵被骑兵四面包围、被迫转身迎接战斗时,那些穿过战象中间向前突围并绕到野兽后方的士兵,则撞上了完好无损且整齐排开的迦太基方阵,因而遭到歼灭。
§1.34.7τότε δὴ πανταχόθεν πονοῦντες οἱ μὲν πλεῖστοι τῶν Ῥωμαίων συνεπατήθησαν ὑπὸ τῆς ὑπερφυοῦς βίας τῶν ζῴων, οἱ δὲ λοιποὶ συνηκοντίσθησαν ὑπὸ τοῦ πλήθους τῶν ἱππέων ἐν αὐτῷ τῷ τῆς παρατάξεως τόπῳ, τελέως δέ τινες ὀλίγοι πρὸς φυγὴν ὥρμησαν.
就在那时,罗马人四面受敌、陷入苦战,绝大多数人被野兽巨大的威力践踏致死,其余的人则在战线的原地上被密集的骑兵用投枪射杀,最终只有极少数人开始逃跑。
§1.34.8οὐσῶν δὲ πεδινῶν τῶν ὑποχωρήσεων, καὶ τούτων οἱ μὲν ὑπὸ τῶν θηρίων καὶ τῶν ἱππέων ἀπώλλυντο, πεντακόσιοι δʼ ἴσως οἱ μετὰ Μάρκου τοῦ στρατηγοῦ φυγόντες μετʼ ὀλίγον ὑποχείριοι γενόμενοι σὺν αὐτῷ ʼκείνῳ πάντες ἐζωγρήθησαν.
由于撤退的路线是一片平原,在这些人中也有一些人死于野兽和骑兵之手,而与将军马尔库斯一同逃跑的约五百人,不久后落入敌手,与他本人一起全部被生擒。
§1.34.9τῶν μὲν οὖν παρὰ τοῖς Καρχηδονίοις μισθοφόρων ἔπεσον εἰς ὀκτακοσίους οἱ κατὰ τὸ λαιὸν τῶν Ῥωμαίων ταχθέντες, τῶν δὲ Ῥωμαίων ἐσώθησαν μὲν εἰς δισχιλίους οἱ κατὰ τὸ δίωγμα τῶν προειρημένων ἐκτὸς γενόμενοι τοῦ κινδύνου,
于是,在迦太基一方的雇佣兵中,部署在罗马左翼对面的大约战死了八百人;而在罗马人中,由于追击上述雇佣兵而脱离危险的约二千人得以幸存。
§1.34.10τὸ δὲ λοιπὸν πλῆθος διεφθάρη πλὴν Μάρκου τοῦ στρατηγοῦ καὶ τῶν ἅμα τούτῳ φυγόντων.
其余的大军全部覆没,仅将军马尔库斯及与他一同逃跑的人除外。
§1.34.11αἱ μὲν οὖν σημεῖαι τῶν Ῥωμαίων αἱ σωθεῖσαι διέπεσον εἰς τὴν Ἀσπίδα παραδόξως·
于是,幸存下来的罗马军中队出人意料地逃到了阿斯皮斯。
§1.34.12οἱ δὲ Καρχηδόνιοι τοὺς νεκροὺς σκυλεύσαντες καὶ τὸν στρατηγὸν ἅμα μετὰ τῶν αἰχμαλώτων ἄγοντες ἐπανῆλθον περιχαρεῖς τοῖς παροῦσιν εἰς τὴν πόλιν.
迦太基人剥去死者的铠甲,并带着将军和俘虏,对眼前的胜利无比欣喜地回到了城里。