§1.33.1οἱ δὲ Ῥωμαῖοι θεωροῦντες τοὺς Καρχηδονίους τάς τε πορείας ποιουμένους διὰ τῶν ὁμαλῶν τόπων καὶ τὰς στρατοπεδείας τιθέντας ἐν τοῖς ἐπιπέδοις τῶν χωρίων, κατʼ αὐτὸ μὲν τοῦτο ξενιζόμενοι διετρέποντο, τοῖς γε μὴν ὅλοις ἔσπευδον ἐγγίσαι τοῖς πολεμίοις.
ローマ人たちは、カルタゴ人が平坦な土地を通って行軍し、平らな場所に宿営地を設けているのを見て、まさにこのことに驚かされて動揺していたものの、それでも敵に近づくことを急いだ。
§1.33.2συνάψαντες δὲ τὴν μὲν πρώτην ἡμέραν κατεστρατοπέδευσαν ὡς δέκα σταδίους ἀποσχόντες τῶν ὑπεναντίων.
そして接近し、最初の日には敵からおよそ10スタディオン離れたところに陣を敷いた。
§1.33.3τῇ δὲ κατὰ πόδας οἱ μὲν προεστῶτες τῶν Καρχηδονίων ἐβουλεύοντο πῶς καὶ τί πρακτέον εἴη κατὰ τὸ παρόν·
その翌日、カルタゴ人の指導者たちは、現在の状況においてどのように、また何をなすべきかを熟議していた。
§1.33.4οἱ δὲ πολλοὶ προθύμως ἔχοντες πρὸς τὸν κίνδυνον, συστρεφόμενοι κατὰ μέρη καὶ κατʼ ὄνομα τὸν Ξάνθιππον ἀναβοῶντες ἐξάγειν σφᾶς ᾤοντο δεῖν τὴν ταχίστην.
しかし、兵士たちの多くは戦いに熱意を抱いており、部隊ごとに集まってクサンティッポスの名前を叫びながら、一刻も早く自分たちを率いて出撃すべきだと考えていた。
§1.33.5οἱ δὲ στρατηγοὶ τήν τε τῶν ὄχλων ὁρμὴν καὶ προθυμίαν θεωροῦντες, ἅμα δὲ καὶ τοῦ Ξανθίππου διαμαρτυρομένου μὴ παριέναι τὸν καιρόν, παρήγγειλαν τῷ μὲν πλήθει διασκευάζεσθαι, τῷ δὲ Ξανθίππῳ χρῆσθαι τοῖς πράγμασιν ἐπέτρεψαν ὥς ποτʼ αὐτῷ δοκεῖ συμφέρειν.
将軍たちは、群衆のこの衝動と熱意を目にし、同時にクサンティッポスも好機を逃してはならないと強く主張したため、兵士たちには戦闘準備をするよう命令し、クサンティッポスには、彼が最も有益であると思うように事態を処理することを委ねた。
§1.33.6ὁ δὲ λαβὼν τὴν ἐξουσίαν, τοὺς μὲν ἐλέφαντας ἐξαγαγὼν ἐφʼ ἕνα πρὸ πάσης τῆς δυνάμεως ἐν μετώπῳ κατέστησε, τὴν δὲ φάλαγγα τῶν Καρχηδονίων ἐν ἀποστήματι συμμέτρῳ τούτοις κατόπιν ἐπέστησε.
彼は指揮権を握ると、象たちを引き出して全軍の正面に一列に配置し、カルタゴ人のファランクスをこれらから適度な距離を置いて背後に配置した。
§1.33.7τῶν δὲ μισθοφόρων τοὺς μὲν ἐπὶ τὸ δεξιὸν κέρας παρενέβαλεν, τοὺς δʼ εὐκινητοτάτους ὁμοῦ τοῖς ἱππεῦσιν ἑκατέρου τοῦ κέρατος προέστησεν.
また、傭兵たちのうち一部を右翼に配置し、最も身軽な者たちを、両翼の騎兵たちとともにその前方に配置した。
§1.33.8οἱ δὲ Ῥωμαῖοι συνιδόντες παραταττομένους τοὺς ὑπεναντίους ἀντεξῄεσαν ἑτοίμως.
ローマ人たちは敵が陣を整えているのを見て、直ちに対峙して出撃した。
§1.33.9καταπληττόμενοι δὲ καὶ προορώμενοι τὴν τῶν ἐλεφάντων ἔφοδον, προθέμενοι τοὺς γροσφομάχους πολλὰς ἐπʼ ἀλλήλαις κατόπιν ἵστασαν σημείας, τοὺς δʼ ἱππεῖς ἐμέρισαν ἐφʼ ἑκάτερον τὸ κέρας.
しかし、象の突撃を恐れて予期していたため、軽装歩兵を前面に配置し、多くの部隊を互いの背後に相前後して配置し、騎兵を両翼に分けた。
§1.33.10τὴν δὲ σύμπασαν τάξιν βραχυτέραν μὲν ἢ πρόσθεν, βαθυτέραν δὲ ποιήσαντες τῆς μὲν πρὸς τὰ θηρία μάχης δεόντως ἦσαν ἐστοχασμένοι, τῆς δὲ πρὸς τοὺς ἱππεῖς, πολλαπλασίους ὄντας τῶν παρʼ αὐτοῖς, ὁλοσχερῶς ἠστόχησαν.
そして戦列全体の横幅を以前よりも狭く、しかし縦深を深くしたことによって、彼らは獣たちに対する戦いについては適切に対策を立てていたが、彼らのものより何倍も多かった騎兵に対する戦いについては、完全に失敗していた。
§1.33.11ἐπεὶ δʼ ἀμφότεροι κατὰ τὰς ἑαυτῶν προαιρέσεις καὶ καθόλου καὶ κατὰ μέρος ἑκάστους ἔθηκαν εἰς τὰς ἁρμοζούσας τάξεις, ἔμενον ἐν κόσμῳ, καραδοκοῦντες τὸν καιρὸν τῆς ἀλλήλων ἐπιθέσεως.
双方が自分たちの意図に従って、全体としても各部隊としてもそれぞれを適切な隊形に配置し終えると、秩序を保って留まり、互いに攻撃を仕掛ける好機を待ち構えていた。