Humanitext Reader

ポリュビオス · 歴史 §1.28.1-1.28.14

エクノモス海戦の激闘とローマ軍の勝利

28 / 1311 箇所 · ギリシア語

要旨

エクノモス海戦の後半戦と結末。三つの局面に分かれた激しい戦闘の末、ローマ軍がカルタゴ軍を包囲して圧倒し、最終的な大勝利を収める。

§1.28.1την εἶχε διάθεσιν.
状況であった。
κατὰ δὲ τὸν αὐτὸν καιρὸν τὸ μὲν δεξιὸν κέρας ἔχων Ἄννων, τὸ μεῖναν ἐν ἀποστάσει κατὰ τὴν πρώτην συμβολήν, τό τε πέλαγος ὑπεράρας ἐνέβαλε ταῖς τῶν τριαρίων ναυσὶ καὶ πολλὴν ἀπορίαν παρεῖχε καὶ δυσχρηστίαν αὐτοῖς.
同時に、最初の衝突の際に離れてとどまっていたハンノは、右翼を率いて、外洋を迂回してトリアリイの船に襲いかかり、彼らに大きな困難と障害をもたらした。
§1.28.2οἱ δὲ παρὰ τὴν γῆν τεταγμένοι τῶν Καρχηδονίων παραγεγονότες εἰς μέτωπον ἐκ τῆς προϋπαρχούσης τάξεως καὶ ποιήσαντες ἀντιπρώρρους τὰς ναῦς ἐνέβαλον τοῖς ῥυμουλκοῦσι τὰς ἱππηγούς·
他方、陸側に配置されていたカルタゴ人は、それまでの陣形から前方へと進み出て、船首を敵に向けて馬匹輸送船を牽引している者たちに襲いかかった。
οἱ δʼ ἀφέμενοι τὰ ῥύματα συνεπλέκοντο καὶ διηγωνίζοντο τοῖς πολεμίοις.
これに対して、牽引をしていた者たちは牽引用のロープを放し、敵と絡み合って死闘を繰り広げた。
§1.28.3ἦν δὲ τρία μέρη τῆς ὅλης συμπλοκῆς, καὶ τρεῖς ναυμαχίαι συνέστησαν πολὺ κεχωρισμέναι τοῖς τόποις ἀλλήλων·
全体の戦闘は三つの部分からなり、互いに遠く離れた場所で三つの海戦が繰り広げられた。
§1.28.4τῷ δʼ ἑκατέρων πάρισα τὰ μέρη γενέσθαι κατὰ τὸν ἐξ ἀρχῆς χειρισμὸν ἐφάμιλλον εἶναι συνέβαινε καὶ τὸν κίνδυνον.
双方の部隊が最初の配置によってほぼ互角であったため、その戦闘もまた伯仲したものとなった。
§1.28.5οὐ μὴν ἀλλὰ τὸ κατὰ λόγον ἐν ἑκάστοις ἐπετελεῖτο περὶ τὴν μάχην, ὅπερ εἰκὸς ὅταν ᾖ παραπλήσια πάντα τὰ τῶν ἀγωνιζομένων.
とはいえ、戦う者たちのすべての条件が似通っているときに予想される通り、それぞれの場所での戦闘には合理的な結果がもたらされた。
§1.28.6οἱ γὰρ πρῶτοι κινδυνεύσαντες πρῶτοι καὶ διεκρίθησαν·
というのも、最初に戦闘に入った者たちが最初に勝敗を決したからである。
τέλος γὰρ ἐκβιασθέντες οἱ περὶ τὸν Ἀμίλκαν εἰς φυγὴν ὥρμησαν.
最終的に、ハミルカルとその周囲の者たちは圧倒されて敗走し始めた。
§1.28.7ὁ μὲν οὖν Λεύκιος ἀνεδεῖτο τὰς αἰχμαλώτους ναῦς· ὁ δὲ Μάρκος συνορῶν τὸν περὶ τοὺς τριαρίους καὶ τὰς ἱππηγοὺς ἀγῶνα κατὰ σπουδὴν ἐβοήθει τούτοις, ἔχων τοῦ δευτέρου στόλου τὰς ἀκεραίους ναῦς.
そこでルキウスは捕獲した船を牽引し、マルクスはトリアリイと馬匹輸送船を巡る戦いを見て、第二艦隊の無傷の船を率いて急ぎ彼らの救援に向かった。
§1.28.8συνάψαντος δὲ καὶ προσμίξαντος αὐτοῦ τοῖς περὶ τὸν Ἄννωνα, ταχέως ἀναθαρρήσαντες οἱ τριάριοι, καίπερ ἤδη κακῶς ἀπαλλάττοντες, πάλιν ἐπερρώσθησαν πρὸς τὸν κίνδυνον.
彼がハンノの部隊に接近して戦闘に加わると、すでに不利な状況にあったトリアリイは素早く活力を取り戻し、再び戦闘に向けて奮起した。
§1.28.9οἱ δὲ Καρχηδόνιοι, τῶν μὲν κατὰ πρόσωπον αὐτοῖς προσμαχομένων, τῶν δὲ κατὰ νώτου προσπιπτόντων, δυσχρηστούμενοι καὶ παραδόξως ὑπὸ τῶν βοηθησάντων κυκλούμενοι, κλίναντες πελαγίαν ἐποιοῦντο τὴν ὑποχώρησιν.
一方カルタゴ人は、正面から戦いを挑む者たちと、背後から襲いかかる者たちに挟まれ、困難に直面し、また救援に駆けつけた者たちによって思いがけず包囲されたため、外洋へと針路を転じて退却した。
§1.28.10κατὰ δὲ τὸν αὐτὸν καιρὸν ὅ τε Λεύκιος ἐπαναπλέων ἤδη καὶ θεωρῶν συγκεκλεισμένον πρὸς τῇ γῇ τὸν τρίτον στόλον ὑπὸ τοῦ τῶν Καρχηδονίων εὐωνύμου κέρατος, ὅ τε Μάρκος ἐν ἀσφαλεῖ καταλιπὼν τὰς ἱππηγοὺς καὶ τοὺς τριαρίους ὥρμησαν ἀμφότεροι βοηθεῖν τοῖς κινδυνεύουσι.
同時に、すでに引き返しつつあり、第三艦隊がカルタゴ軍の左翼によって陸に閉じ込められているのを見たルキウスと、馬匹輸送船とトリアリイを安全な場所にしておいたマルクスの双方が、危険にさらされている者たちの救助へと急いだ。
§1.28.11παραπλήσιον γὰρ ἦν ἤδη τὸ γινόμενον πολιορκίᾳ·
というのも、そこで起こっていたことはすでに包囲戦に近いものであったからである。
καὶ πάντες ἂν ἀπολώλεισαν οὗτοί γε προφανῶς, εἰ μὴ δεδιότες τοὺς κόρακας οἱ Καρχηδόνιοι περιφράξαντες μὲν αὐτοὺς πρὸς τῇ γῇ συνεῖχον, πρὸς δὲ τὰς ἐμβολὰς διὰ τὴν συμπλοκὴν εὐλαβῶς ἔχοντες οὐ προσῄεσαν.
そして、もしカルタゴ人が「カラス」を恐れるあまり、彼らを陸に押し止めて包囲したものの、接舷戦闘による衝突を警戒して近づこうとしなかったなら、この者たちは間違いなく全滅していただろう。
§1.28.12ταχέως δʼ ἐπιγενόμενοι καὶ κυκλώσαντες οἱ στρατηγοὶ τοὺς Καρχηδονίους αὐτάνδρους μὲν ἔλαβον πεντήκοντα ναῦς τῶν πολεμίων, ὀλίγαι δέ τινες παρὰ τὴν γῆν ἐξελίξασαι διέφυγον.
将軍たちが素早く到着してカルタゴ人を包囲すると、敵船50隻を乗組員ごと捕獲し、わずか数隻が陸沿いにすり抜けて逃走した。
§1.28.13ὁ μὲν οὖν κατὰ μέρος κίνδυνος τοιαύτην ἔσχε τὴν διάθεσιν, τὸ δὲ τέλος τῆς συμπάσης ναυμαχίας ἐγένετο κατὰ τοὺς Ῥωμαίους.
各部分での戦闘はこのような展開をたどったが、海戦全体の結末はローマ人の勝利となった。
§1.28.14διεφθάρη δὲ τούτων μὲν εἴκοσι καὶ τέτταρα σκάφη, τῶν δὲ Καρχηδονίων ὑπὲρ τριάκοντα.
ローマ人側は24隻の船が破壊されたのに対し、カルタゴ人側は30隻以上が破壊された。
ναῦς δὲ τῶν μὲν Ῥωμαίων αὔτανδρος οὐδεμία τοῖς πολεμίοις ἐγένεθʼ ὑποχείριος, τῶν δὲ Καρχηδονίων ἑξήκοντα καὶ τέτταρες.
また、乗組員ごと敵の手に落ちた船は、ローマ人側には一隻もなかったが、カルタゴ人側には64隻あった。

語釈・文法注

  1. 1.28.1την εἶχε διάθεσιν — 直前のチャンク(1.27.13)の未完成部分「τοιαύ-」とつながり、「τοιαύτην εἶχε διάθεσιν」(〜のような状況であった)を構成する。
  2. 1.28.4τῷ δʼ ἑκατέρων πάρισα τὰ μέρη γενέσθαι — 冠詞を伴う不定詞(τῷ ... γενέσθαι)による与格句で、原因を表す(「双方の部隊がほぼ互角であったために」)。主語は ἑκατέρων τὰ μέρη。
  3. 1.28.11καὶ πάντες ἂν ἀπολώλεισαν οὗτοί γε προφανῶς, εἰ μὴ... — 過去の事実に反する条件文(反実仮想)。帰結節(ἀπολώλεισαν)には ἄν が伴い、条件節(εἰ μή)は分詞(δεδιότες)と直説法過去(συνεῖχον, οὐ προσῄεσαν)によって構成されている。

この箇所を引用する

ポリュビオス, 歴史 §1.28.1-1.28.14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.28.1-1.28.14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。