§1.28.1την εἶχε διάθεσιν.
的形势。
κατὰ δὲ τὸν αὐτὸν καιρὸν τὸ μὲν δεξιὸν κέρας ἔχων Ἄννων, τὸ μεῖναν ἐν ἀποστάσει κατὰ τὴν πρώτην συμβολήν, τό τε πέλαγος ὑπεράρας ἐνέβαλε ταῖς τῶν τριαρίων ναυσὶ καὶ πολλὴν ἀπορίαν παρεῖχε καὶ δυσχρηστίαν αὐτοῖς.
与此同时,率领右翼的汉诺在第一次交锋时保持了距离,此时他向外海绕行,袭击了三线兵的战船,使他们陷入极大的困惑与不便之中。
§1.28.2οἱ δὲ παρὰ τὴν γῆν τεταγμένοι τῶν Καρχηδονίων παραγεγονότες εἰς μέτωπον ἐκ τῆς προϋπαρχούσης τάξεως καὶ ποιήσαντες ἀντιπρώρρους τὰς ναῦς ἐνέβαλον τοῖς ῥυμουλκοῦσι τὰς ἱππηγούς· οἱ δʼ ἀφέμενοι τὰ ῥύματα συνεπλέκοντο καὶ διηγωνίζοντο τοῖς πολεμίοις.
而那些部署在陆地一侧的迦太基人,从原先的阵形中向前推进,使战船船头对准敌军,向牵引运马船的罗马人发起袭击;后者则放开牵引索,与敌人展开了激烈的交战。
§1.28.3ἦν δὲ τρία μέρη τῆς ὅλης συμπλοκῆς, καὶ τρεῖς ναυμαχίαι συνέστησαν πολὺ κεχωρισμέναι τοῖς τόποις ἀλλήλων·
整个交战分为三个部分,在彼此相距很远的地方同时展开了三场海战。
§1.28.4τῷ δʼ ἑκατέρων πάρισα τὰ μέρη γενέσθαι κατὰ τὸν ἐξ ἀρχῆς χειρισμὸν ἐφάμιλλον εἶναι συνέβαινε καὶ τὸν κίνδυνον.
由于根据最初的部署,双方的各部分兵力基本均等,因此战斗也呈现出旗鼓相当的局面。
§1.28.5οὐ μὴν ἀλλὰ τὸ κατὰ λόγον ἐν ἑκάστοις ἐπετελεῖτο περὶ τὴν μάχην, ὅπερ εἰκὸς ὅταν ᾖ παραπλήσια πάντα τὰ τῶν ἀγωνιζομένων.
不过,在每一处战斗中都得出了合理的结果,这在交战双方所有条件都相近时本是理所当然的。
§1.28.6οἱ γὰρ πρῶτοι κινδυνεύσαντες πρῶτοι καὶ διεκρίθησαν· τέλος γὰρ ἐκβιασθέντες οἱ περὶ τὸν Ἀμίλκαν εἰς φυγὴν ὥρμησαν.
因为最先投入战斗的人,也最先决定了胜负;最终,哈米尔卡及其部下被击退,开始逃跑。
§1.28.7ὁ μὲν οὖν Λεύκιος ἀνεδεῖτο τὰς αἰχμαλώτους ναῦς· ὁ δὲ Μάρκος συνορῶν τὸν περὶ τοὺς τριαρίους καὶ τὰς ἱππηγοὺς ἀγῶνα κατὰ σπουδὴν ἐβοήθει τούτοις, ἔχων τοῦ δευτέρου στόλου τὰς ἀκεραίους ναῦς.
于是,卢基乌斯开始拖曳捕获的敌船;而马尔库斯看到三线兵和运马船那边的激战,便带着第二舰队中完好无损的战船,火速前往增援。
§1.28.8συνάψαντος δὲ καὶ προσμίξαντος αὐτοῦ τοῖς περὶ τὸν Ἄννωνα, ταχέως ἀναθαρρήσαντες οἱ τριάριοι, καίπερ ἤδη κακῶς ἀπαλλάττοντες, πάλιν ἐπερρώσθησαν πρὸς τὸν κίνδυνον.
当他与汉诺的部队接战并交火时,三线兵虽然已经处于不利境地,但迅速重振旗鼓,再次振作精神投入战斗。
§1.28.9οἱ δὲ Καρχηδόνιοι, τῶν μὲν κατὰ πρόσωπον αὐτοῖς προσμαχομένων, τῶν δὲ κατὰ νώτου προσπιπτόντων, δυσχρηστούμενοι καὶ παραδόξως ὑπὸ τῶν βοηθησάντων κυκλούμενοι, κλίναντες πελαγίαν ἐποιοῦντο τὴν ὑποχώρησιν.
而迦太基人因面临正面敌人的迎击和后方敌人的夹击,陷入困境,并出乎意料地被前来救援的敌军包围,于是转向外海退却。
§1.28.10κατὰ δὲ τὸν αὐτὸν καιρὸν ὅ τε Λεύκιος ἐπαναπλέων ἤδη καὶ θεωρῶν συγκεκλεισμένον πρὸς τῇ γῇ τὸν τρίτον στόλον ὑπὸ τοῦ τῶν Καρχηδονίων εὐωνύμου κέρατος, ὅ τε Μάρκος ἐν ἀσφαλεῖ καταλιπὼν τὰς ἱππηγοὺς καὶ τοὺς τριαρίους ὥρμησαν ἀμφότεροι βοηθεῖν τοῖς κινδυνεύουσι.
与此同时,已经开始回航并看到第三舰队被迦太基左翼围困在陆地旁的卢基乌斯,以及将运马船和三线兵安置在安全地带后的马尔库斯,两人都急忙前去救援那些处于危险之中的友军。
§1.28.11παραπλήσιον γὰρ ἦν ἤδη τὸ γινόμενον πολιορκίᾳ· καὶ πάντες ἂν ἀπολώλεισαν οὗτοί γε προφανῶς, εἰ μὴ δεδιότες τοὺς κόρακας οἱ Καρχηδόνιοι περιφράξαντες μὲν αὐτοὺς πρὸς τῇ γῇ συνεῖχον, πρὸς δὲ τὰς ἐμβολὰς διὰ τὴν συμπλοκὴν εὐλαβῶς ἔχοντες οὐ προσῄεσαν.
因为当时的局面已经非常类似于包围战;如果不是迦太基人害怕“乌鸦”,虽然将他们围困在陆地旁,却因忌惮接舷战而谨慎地不敢上前冲撞,这些人显然全都会丧命。
§1.28.12ταχέως δʼ ἐπιγενόμενοι καὶ κυκλώσαντες οἱ στρατηγοὶ τοὺς Καρχηδονίους αὐτάνδρους μὲν ἔλαβον πεντήκοντα ναῦς τῶν πολεμίων, ὀλίγαι δέ τινες παρὰ τὴν γῆν ἐξελίξασαι διέφυγον.
但两位将军迅速赶到并包围了迦太基人,连同船员一起俘获了五十艘敌船,而少数几艘则沿着陆地盘旋逃脱。
§1.28.13ὁ μὲν οὖν κατὰ μέρος κίνδυνος τοιαύτην ἔσχε τὴν διάθεσιν, τὸ δὲ τέλος τῆς συμπάσης ναυμαχίας ἐγένετο κατὰ τοὺς Ῥωμαίους.
各局部的战斗便呈现出这样的结果,而整个海战的最终结局则属于罗马人。
§1.28.14διεφθάρη δὲ τούτων μὲν εἴκοσι καὶ τέτταρα σκάφη, τῶν δὲ Καρχηδονίων ὑπὲρ τριάκοντα.
其中,罗马人的战船有二十四艘被毁,而迦太基人则损失了三十多艘。
ναῦς δὲ τῶν μὲν Ῥωμαίων αὔτανδρος οὐδεμία τοῖς πολεμίοις ἐγένεθʼ ὑποχείριος, τῶν δὲ Καρχηδονίων ἑξήκοντα καὶ τέτταρες.
罗马人没有一艘战船连同船员落入敌手,而迦太基人则有六十四艘战船被俘。