Humanitext Reader

ポリュビオス · 歴史 §1.29.1-1.29.10

アフリカ上陸とアスピス占領およびレグルスの残留

29 / 1311 箇所 · ギリシア語

要旨

ローマ軍はリビア(アフリカ)へ渡海してアスピスを占領・包囲し、周辺地域を略奪した。その後、ローマからの指示によりレグルスが現地に残り、ウルソは艦隊と捕虜を連れてローマに帰還した。

§1.29.1μετὰ δὲ ταῦτα πάλιν οἱ Ῥωμαῖοι προσεπισιτισάμενοι καὶ τὰς αἰχμαλώτους ναῦς καταρτίσαντες, ἔτι δὲ τὴν ἁρμόζουσαν τοῖς προτερήμασιν ἐπιμέλειαν ποιησάμενοι τῶν πληρωμάτων ἀνήγοντο ποιούμενοι τὸν πλοῦν ὡς ἐπὶ τὴν Λιβύην.
その後、ローマ人たちは再び追加の食料を補給し、捕獲した船を艤装し、さらに彼らの勝利にふさわしい配慮を乗組員たちに施したうえで、リビアへと向けて針路をとり、出帆した。
§1.29.2προσσχόντες δὲ ταῖς πρώταις πλεούσαις ναυσὶν ὑπὸ τὴν ἄκραν τὴν Ἑρμαίαν ἐπονομαζομένην, ἣ πρὸ παντὸς τοῦ περὶ τὴν Καρχηδόνα κόλπου κειμένη προτείνει πελάγιος ὡς πρὸς τὴν Σικελίαν, καὶ προσδεξάμενοι τὰς ἐπιπλεούσας ἐνταῦθα ναῦς καὶ πάντα συναθροίσαντες τὸν στόλον ἔπλεον παρὰ τὴν χώραν, ἕως ἐπὶ τὴν Ἀσπίδα καλουμένην πόλιν ἀφίκοντο.
先行する船団でヘルマイアと呼ばれる岬のふもとに接岸したが、この岬はカルタゴ湾全体の前に位置し、シケリアに向けて外洋へと突き出ている。 そこで後から航行してくる船を待ち受け、艦隊のすべてを集結させると、アスピスと呼ばれる都市に到着するまで海岸沿いを航行した。
§1.29.3ποιησάμενοι δὲ τὴν ἀπόβασιν ἐνταῦθα καὶ νεωλκήσαντες, ἔτι δὲ τάφρῳ καὶ χάρακι περιλαβόντες τὰς ναῦς ἐγίνοντο πρὸς τὸ πολιορκεῖν αὐτήν, οὐ βουλομένων ἑκουσίως σφίσι προσχωρῆσαι τῶν κατεχόντων τὴν πόλιν.
そこで彼らは上陸して船を引き揚げ、さらに船の周囲を堀と逆茂木で囲むと、町を占領している者たちが自発的に降伏しようとしなかったため、その包囲に取りかかった。
§1.29.4οἱ δὲ διαφυγόντες ἐκ τοῦ κατὰ τὴν ναυμαχίαν κινδύνου τῶν Καρχηδονίων καταπλεύσαντες καὶ πεπεισμένοι τοὺς ὑπεναντίους ἐκ τοῦ γεγονότος προτερήματος ἐπαρθέντας εὐθέως ποιήσεσθαι τὸν ἐπίπλουν ἐπʼ αὐτὴν τὴν Καρχηδόνα, παρετήρουν ταῖς πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι τοὺς προκειμένους τῆς πόλεως τόπους.
一方、海戦の危機から逃れたカルタゴ人たちは帰港し、敵が今回の勝利に勢いを得て、直ちにカルタゴ自体へと進撃してくるに違いないと確信していたため、陸海軍の兵力をもって都市の前面に位置する地域を警戒していた。
§1.29.5ἐπιγνόντες δὲ τοὺς Ῥωμαίους ἀσφαλῶς ἀποβεβηκότας καὶ πολιορκοῦντας τὴν Ἀσπίδα, τοῦ μὲν παραφυλάττειν τὸν ἐπίπλουν ἀπέγνωσαν, συνήθροιζον δὲ τὰς δυνάμεις καὶ περὶ φυλακὴν ἐγίνοντο τῆς τε πόλεως καὶ τῆς χώρας.
しかし、ローマ人たちが安全に上陸してアスピスを包囲していることを知ると、彼らは来襲の警戒をあきらめ、軍隊を集結させて都市と領土の防衛に従事した。
§1.29.6οἱ δὲ Ῥωμαῖοι κυριεύσαντες τῆς Ἀσπίδος καὶ φυλακὴν ἀπολιπόντες τῆς πόλεως καὶ χώρας, ἔτι δὲ πρεσβευτὰς εἰς τὴν Ῥώμην πέμψαντες τοὺς ἀπαγγελοῦντας μὲν περὶ τῶν γεγονότων, ἐρησομένους δὲ περὶ τῶν μελλόντων τί δεῖ ποιεῖν καὶ πῶς χρῆσθαι τοῖς πράγμασιν, μετὰ δὲ ταῦτα πάσῃ τῇ δυνάμει κατὰ σπουδὴν ἀναζεύξαντες ὥρμησαν ἐπὶ τὸ πορθεῖν τὴν χώραν.
ローマ人たちはアスピスを占領すると、都市と領土に守備隊を残し、さらにこれまで起きたことを報告し、今後は何をなすべきか、どのように事態に対処すべきかを尋ねるための使節をローマへと派遣した。 その後、全軍を挙げて急ぎ出発し、その地方を略奪することに乗り出した。
§1.29.7οὐδενὸς δʼ ἐμποδὼν ἱσταμένου, πολλὰς μὲν οἰκήσεις περιττῶς κατεσκευασμένας διέφθειραν, πολὺ δὲ πλῆθος τῆς τετραπόδου λείας περιεβάλοντο·
何者も立ち塞がらなかったため、彼らは贅を尽くして建てられた多くの邸宅を破壊し、おびただしい数の家畜を戦利品として獲得した。
σώματα δὲ πλείω τῶν δισμυρίων ἐπὶ τὰς ναῦς ἀνήγαγον.
そして、2万人を超える人々を船へと連行した。
§1.29.8ἐν δὲ τούτῳ τῷ καιρῷ παρῆσαν ἐκ τῆς Ῥώμης οἱ διασαφοῦντες ὅτι δεῖ τὸν μὲν ἕνα τῶν στρατηγῶν μένειν ἔχοντα δυνάμεις τὰς ἀρκούσας, τὸν δʼ ἕτερον ἀποκομίζειν εἰς τὴν Ῥώμην τὸν στόλον.
この時期、ローマから指示を伝える使者が到着し、将軍のうち一人は十分な兵力を持って現地にとどまり、もう一人は艦隊をローマへと持ち帰るべきであると命じた。
§1.29.9ὁ μὲν οὖν Μάρκος ἔμενεν, ὑπολειπόμενος ναῦς τετταράκοντα καὶ πεζοὺς μυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους·
そこでマルクスは留まり、船40隻、歩兵1万5千人、騎兵500人を手元に残した。
§1.29.10ὁ δὲ Λεύκιος ἀναλαβὼν τὰ πληρώματα καὶ τὸ τῶν αἰχμαλώτων πλῆθος καὶ κομισθεὶς παρὰ τὴν Σικελίαν ἀσφαλῶς ἧκεν εἰς τὴν Ῥώμην.
一方、ルキウスは、乗組員たちと大勢の捕虜を引き連れ、シケリア沿いに航行して、無事にローマに帰還した。

語釈・文法注

  1. 1.29.1ποιούμενοι τὸν πλοῦν ὡς ἐπὶ τὴν Λιβύην — 現在分詞 `ποιούμενοι` は主動詞 `ἀνήγοντο` に伴い、航行の方向や手段・随伴状況を示している。`ὡς ἐπὶ` は「〜を目がけて、〜を目的地として」という意図を伴った方向を示す表現である。
  2. 1.29.3οὐ βουλομένων ἑκουσίως σφίσι προσχωρῆσαι τῶν κατεχόντων τὴν πόλιν — 名詞化した分詞 `τῶν κατεχόντων` を意味上の主語とする属格独立構文。主節の行動(アスピス包囲への着手)に対する理由・原因を表す。
  3. 1.29.6τοὺς ἀπαγγελοῦντας μὲν... ἐρησομένους δὲ... — 先行詞 `πρεσβευτάς` を修飾する冠詞付きの未来分詞。ギリシア語の文法における未来分詞の典型的な目的用法(「〜を報告し、〜を尋ねるための使節」)を表す。

この箇所を引用する

ポリュビオス, 歴史 §1.29.1-1.29.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.29.1-1.29.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。