Humanitext Reader

ポリュビオス · 歴史 §1.20.1-1.20.16

ローマによる最初の海軍創設と戦艦の建造

20 / 1311 箇所 · ギリシア語

要旨

アクラガス占領後のローマの野心拡大と、それに対抗するための初めての海軍創設、そしてカルタゴの座礁船をモデルにした戦艦建造の経緯が説明される。

§1.20.1τῆς δʼ ἀγγελίας ἀφικομένης εἰς τὴν σύγκλητον τῶν Ῥωμαίων ὑπὲρ τῶν κατὰ τὸν Ἀκράγαντα, περιχαρεῖς γενόμενοι καὶ ταῖς διανοίαις ἐπαρθέντες οὐκ ἔμενον ἐπὶ τῶν ἐξ ἀρχῆς λογισμῶν οὐδʼ ἠρκοῦντο σεσωκέναι τοὺς Μαμερτίνους οὐδὲ ταῖς ἐξ αὐτοῦ τοῦ πολέμου γενομέναις ὠφελείαις,
アクラガスにおける出来事についての知らせがローマの元老院に届くと、彼らは大喜びし、意気揚々となって、最初の計画にとどまることをせず、マメルティニを救ったことにも、その戦争自体から得られた利益にも満足しなかった。
§1.20.2ἐλπίσαντες δὲ καθόλου δυνατὸν εἶναι τοὺς Καρχηδονίους ἐκβαλεῖν ἐκ τῆς νήσου, τούτου δὲ γενομένου μεγάλην ἐπίδοσιν αὑτῶν λήψεσθαι τὰ πράγματα, πρὸς τούτοις ἦσαν τοῖς λογισμοῖς καὶ ταῖς περὶ τοῦτο τὸ μέρος ἐπινοίαις.
彼らは、カルタゴ人を島から完全に追い出すことが可能であると期待し、これが実現すれば、自分たちの国力が大きく発展するだろうと考え、こうした算段とこの方面に関する意図に没頭していた。
§1.20.3τὰ μὲν οὖν περὶ τὰς πεζικὰς δυνάμεις ἑώρων κατὰ λόγον σφίσι προχωροῦντα·
さて、陸上部隊に関する事柄は、彼らにとって順調に進行しているように見えた。
§1.20.4μετὰ γὰρ τοὺς τὸν Ἀκράγαντα πολιορκήσαντας οἱ κατασταθέντες στρατηγοὶ Λεύκιος Οὐαλέριος καὶ Τίτος Ὀτακίλιος ἐδόκουν ἐνδεχομένως χειρίζειν τὰ κατὰ τὴν Σικελίαν.
アクラガスを包囲した執政官たちの後に任命された将軍たち、ルキウス・ウァレリウスとティトゥス・オタキリウスが、シケリアにおける情勢を適切に処理していると思われたからである。
§1.20.5τῆς δὲ θαλάττης ἀκονιτὶ τῶν Καρχηδονίων ἐπικρατούντων ἐζυγοστατεῖτʼ αὐτοῖς ὁ πόλεμος·
しかし、海においてはカルタゴ人が戦わずして支配していたため、彼らにとって戦争の天秤は釣り合っていた。
§1.20.6ἐν γὰρ τοῖς ἑξῆς χρόνοις, κατεχόντων αὐτῶν ἤδη τὸν Ἀκράγαντα, πολλαὶ μὲν πόλεις προσετίθεντο τῶν μεσογαίων τοῖς Ῥωμαίοις, ἀγωνιῶσαι τὰς πεζικὰς δυνάμεις, ἔτι δὲ πλείους ἀφίσταντο τῶν παραθαλαττίων, καταπεπληγμέναι τὸν τῶν Καρχηδονίων στόλον.
というのも、その後の時期において、ローマ人がすでにアクラガスを確保していたにもかかわらず、内陸の多くの都市は、陸上部隊を恐れてローマ人に帰順したものの、沿岸の都市はさらに多くが、カルタゴ人の艦隊に畏怖して離反したからである。
§1.20.7ὅθεν ὁρῶντες αἰεὶ καὶ μᾶλλον εἰς ἑκάτερα τὰ μέρη ῥοπὰς λαμβάνοντα τὸν πόλεμον διὰ τὰς προειρημένας αἰτίας, ἔτι δὲ τὴν μὲν Ἰταλίαν πορθουμένην πολλάκις ὑπὸ τῆς ναυτικῆς δυνάμεως, τὴν δὲ Λιβύην εἰς τέλος ἀβλαβῆ διαμένουσαν, ὥρμησαν ἐπὶ τὸ συνεμβαίνειν τοῖς Καρχηδονίοις εἰς τὴν θάλατταν.
それゆえ、上述の理由によって戦争が双方の側へますます傾きを見せているのを目の当たりにし、さらにイタリアはしばしば海軍力によって略奪されている一方で、リビアは完全に無傷のままであることを見て、彼らは海においてもカルタゴ人に対抗して乗り出すことに着手した。
§1.20.8διὸ καὶ τοῦτο τὸ μέρος οὐχ ἥκιστά με παρώρμησεν ποιήσασθαι μνήμην ἐπὶ πλεῖον τοῦ προειρημένου πολέμου χάριν τοῦ μηδὲ ταύτην ἀγνοεῖσθαι τὴν ἀρχήν, πῶς καὶ πότε καὶ διʼ ἃς αἰτίας πρῶτον ἐνέβησαν εἰς θάλατταν Ῥωμαῖοι.
それゆえ、私もこの部分について、上述の戦争に少し長めの言及をすることに特に駆り立てられたのである。 それは、ローマ人がどのように、いつ、どのような原因によって初めて海へと進出したかという、この始まりをも知られないままにしないためである。
§1.20.9θεωροῦντες δὲ τὸν πόλεμον αὑτοῖς τριβὴν λαμβάνοντα, τότε πρῶτον ἐπεβάλοντο ναυπηγεῖσθαι σκάφη, πεντηρικὰ μὲν ἑκατόν, εἴκοσι δὲ τριήρεις.
彼らは戦争が長期化しているのを見て、そのとき初めて、五段櫂船100隻と三段櫂船20隻の建造に着手した。
§1.20.10τῶν δὲ ναυπηγῶν εἰς τέλος ἀπείρων ὄντων τῆς περὶ τὰς πεντήρεις ναυπηγίας διὰ τὸ μηδένα τότε τῶν κατὰ τὴν Ἰταλίαν κεχρῆσθαι τοιούτοις σκάφεσιν, πολλὴν αὐτοῖς παρεῖχεν τοῦτο τὸ μέρος δυσχέρειαν.
しかし、船大工たちが五段櫂船の建造について完全に未経験であったため(当時イタリアの者たちで誰もそのような船を使用していなかったからである)、この点が彼らに多大な困難をもたらした。
§1.20.11ἐξ ὧν καὶ μάλιστα συνίδοι τις ἂν τὸ μεγαλόψυχον καὶ παράβολον τῆς Ῥωμαίων αἱρέσεως.
このことから、ローマ人の決意の気高さと大胆さを、最もよく理解することができるだろう。
§1.20.12οὐ γὰρ οἷον εὐλόγους ἀφορμὰς ἔχοντες, ἀλλʼ οὐδʼ ἀφορμὰς καθάπαξ οὐδʼ ἐπίνοιαν οὐδέποτε ποιησάμενοι τῆς θαλάττης, τότε δὴ πρῶτον ἐν νῷ λαμβάνοντες οὕτως τολμηρῶς ἐνεχείρησαν ὥστε πρὶν ἢ πειραθῆναι τοῦ πράγματος, εὐθὺς ἐπιβαλέσθαι Καρχηδονίοις ναυμαχεῖν τοῖς ἐκ προγόνων ἔχουσι τὴν κατὰ θάλατταν ἡγεμονίαν ἀδήριτον.
ふさわしい手がかりを持っていたというだけでなく、いかなる手がかりもまったくなく、海についての計画を一度も立てたことがなかったのに、まさにそのとき初めて心に抱いて、彼らは、事の試みを行う前に、先祖代々海における覇権を争いなく保持してきたカルタゴ人たちと海戦を行うことに直ちに着手するほど、果敢に挑んだのである。
§1.20.13μαρτυρίῳ δʼ ἄν τις χρήσαιτο πρὸς τὴν ἀλήθειαν τῶν νῦν ὑπʼ ἐμοῦ λεγομένων καὶ πρὸς τὸ παράδοξον αὐτῶν τῆς τόλμης·
私の今述べていることの真実性と、彼らの大胆さの驚くべきことに対する証拠として、次のような事実を挙げることができるだろう。
ὅτε γὰρ τὸ πρῶτον ἐπεχείρησαν διαβιβάζειν εἰς τὴν Μεσσήνην τὰς δυνάμεις, οὐχ οἷον κατάφρακτος αὐτοῖς ὑπῆρχεν ναῦς, ἀλλʼ οὐδὲ καθόλου μακρὸν πλοῖον οὐδὲ λέμβος οὐδʼ εἷς,
彼らが最初にメッセネへと軍勢を渡らせようと試みたとき、彼らには甲板船はおろか、長船や快速艇すら一隻も存在しなかった。
§1.20.14ἀλλὰ παρὰ Ταραντίνων καὶ Λοκρῶν ἔτι δʼ Ἐλεατῶν καὶ Νεαπολιτῶν συγχρησάμενοι πεντηκοντόρους καὶ τριήρεις ἐπὶ τούτων παραβόλως διεκόμισαν τοὺς ἄνδρας.
むしろ、彼らはタラス人やロクリ人、さらにはエレア人やネアポリス人から五十単橈船や三段櫂船を借り受け、これらに乗って危険を冒して兵士たちを渡らせたのである。
§1.20.15ἐν ᾧ δὴ καιρῷ τῶν Καρχηδονίων κατὰ τὸν πορθμὸν ἐπαναχθέντων αὐτοῖς, καὶ μιᾶς νεὼς καταφράκτου διὰ τὴν προθυμίαν προπεσούσης, ὥστʼ ἐποκείλασαν γενέσθαι τοῖς Ῥωμαίοις ὑποχείριον, ταύτῃ παραδείγματι χρώμενοι τότε πρὸς ταύτην ἐποιοῦντο τὴν τοῦ παντὸς στόλου ναυπηγίαν,
まさにこの時、カルタゴ人が海峡において彼らに向けて出撃した際、一隻の甲板船が熱心のあまり進みすぎて座礁し、ローマ人の手中に落ちた。 彼らは当時、この船をモデルとして用いて、全艦隊の建造を行ったのである。
§1.20.16ὡς εἰ μὴ τοῦτο συνέβη γενέσθαι, δῆλον ὡς διὰ τὴν ἀπειρίαν εἰς τέλος ἂν ἐκωλύ
もしこのことが起こっていなかったならば、経験の不足によって、彼らが最後まで阻まれていたであろうことは明らかであ…

語釈・文法注

  1. §1.20.1σεσωκέναι ... ὠφελείαις — 動詞 ἠρκοῦντο(満足していた、ἀρκέομαι の未完了過去)の補語として、完了不定詞句 σεσωκέναι τοὺς Μαμερτίνους(マメルティニを救ったこと)と、与格名詞句 ταῖς... ὠφελείαις(利益に)という異なる構文が並列されている。いずれも「満足する」の対象を示す。
  2. §1.20.6ἀγωνιῶσαι — 動詞 ἀγωνιάω(恐れる、心配する)の現在能動態分詞女性複数主格形(ἀγωνιάουσαι からの縮約形)。主語である πόλεις(都市)を修飾し、陸上部隊を恐れているという理由や状態を表す。不定詞(aorist active infinitive: ἀγωνιάσαι)と混同しやすいが、アクセントと文脈から分詞として解釈される。
  3. §1.20.12οὐ γὰρ οἷον ... ἀλλʼ οὐδʼ — 「〜というだけでなく、〜さえもない」を意味する強い否定の対比構文。οὐχ οἷον(あるいは οὐχ ὅπως)が「〜というだけでなく(〜どころか)」を導き、後ろの ἀλλʼ οὐδʼ(〜さえもない)と響き合って、ローマ人が海戦のまともな手段も計画も全く持っていなかったことを強調する。

この箇所を引用する

ポリュビオス, 歴史 §1.20.1-1.20.16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.20.1-1.20.16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。