Humanitext Reader

ポリュビオス · 歴史 §1.21.1-1.21.11

ローマ艦隊の出航とコルネリウスの捕縛

21 / 1311 箇所 · ギリシア語

要旨

ローマ人は陸上での模擬訓練を経て、完成した艦隊で海に進出する。ローマ将軍グナエウス・コルネリウスは敵の罠にかかって捕らえられるが、カルタゴの将軍ハンニバルもまた自身の偵察時の不注意により、ローマ艦隊に不意に遭遇して危うく大敗を喫しかける。

§1.21.1θησαν τῆς ἐπιβολῆς.
[彼らの]企てを阻まれていたであろう。
οὐ μὲν ἀλλʼ οἷς μὲν ἐπιμελὲς ἦν τῆς ναυπηγίας, ἐγίνοντο περὶ τὴν τῶν πλοίων κατασκευήν, οἱ δὲ τὰ πληρώματα συναθροίσαντες ἐδίδασκον ἐν τῇ γῇ κωπηλατεῖν τὸν τρόπον τοῦτον·
しかしともかく、造船を担当する者たちが船の建造に専念する一方で、乗組員を集めた者たちは陸上で次のような方法で漕ぎ方を訓練した。
§1.21.2καθίσαντες ἐπὶ τῶν εἰρεσιῶν ἐν τῇ χέρσῳ τοὺς ἄνδρας τὴν αὐτὴν ἔχοντας τάξιν ταῖς ἐπʼ αὐτῶν τῶν πλοίων καθέδραις, μέσον δʼ ἐν αὐτοῖς στήσαντες τὸν κελευστήν, ἅμα πάντας ἀναπίπτειν ἐφʼ αὑτοὺς ἄγοντας τὰς χεῖρας καὶ πάλιν προνεύειν ἐξωθοῦντας ταύτας συνείθιζον ἄρχεσθαί τε καὶ λήγειν τῶν κινήσεων πρὸς τὰ τοῦ κελευστοῦ παραγγέλματα.
すなわち、陸上の模擬漕ぎ座に、実際の船における座席と全く同じ配列で男たちを座らせ、彼らの中間に号令係を立たせ、全員が一斉に、手を引き寄せながら上体を後ろに反らし、再び手を突き出しながら前傾するように、また号令係の合図に合わせて動作を開始し、終了することに慣れさせたのである。
προκατασκευασθέντων δὲ τούτων, §1.21.3ἅμα τῷ συντελεσθῆναι τὰς ναῦς καθελκύσαντες καὶ βραχὺν χρόνον ἐπʼ αὐτῆς τῆς ἀληθείας ἐν θαλάττῃ πειραθέντες ἔπλεον παρὰ τὴν Ἰταλίαν κατὰ τὸ πρόσταγμα τοῦ στρατηγοῦ.
これらが事前に準備されると、船の完成と同時に進水させ、海の上で実際の状況のもとで短い時間テストを行った後、将軍の命令に従ってイタリア沿岸を航行した。
§1.21.4ὁ γὰρ ἐπὶ τῆς ναυτικῆς δυνάμεως τεταγμένος τοῖς Ῥωμαίοις Γνάιος Κορνήλιος ὀλίγαις ἡμέραις πρότερον, συντάξας τοῖς ναυάρχοις, ἐπειδὰν καταρτίσωσι τὸν στόλον, πλεῖν ὡς ἐπὶ τὸν πορθμόν, αὐτὸς ἀναχθεὶς μετὰ νεῶν ἑπτακαίδεκα προκατέπλευσεν ἐπὶ τὴν Μεσσήνην, σπουδάζων τὰ κατεπείγοντα πρὸς τὴν χρείαν παρασκευάσαι τῷ στόλῳ.
というのも、ローマ人の海軍指揮官に任命されていたグナエウス・コルネリウスは、数日前に、艦隊の準備が整い次第、海峡へと航行するよう船長たちに命じた上で、自身は十七隻の船を率いて出航して先んじてメッセネに入港した。 艦隊が必要とする差し迫った事柄を準備することを急いだためである。
§1.21.5προσπεσούσης δʼ αὐτῷ πράξεως ἐκεῖ περὶ τῆς τῶν Λιπαραίων πόλεως, δεξάμενος τὴν ἐλπίδα προχειρότερον τοῦ δέοντος ἔπλει ταῖς προειρημέναις ναυσὶ καὶ καθωρμίσθη πρὸς τὴν πόλιν.
しかし、現地でリパラ人の都市に関する投降の交渉話が彼に舞い込むと、必要以上に軽率にその期待を受け入れ、上述の船を率いて航行し、その都市に停泊した。
§1.21.6ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς Ἀννίβας, ἀκούσας ἐν τῷ Πανόρμῳ τὸ γεγονὸς ἐξαποστέλλει Βοώδη τῆς γερουσίας ὑπάρχοντα, ναῦς εἴκοσι δούς.
パノルムスにいたカルタゴ人の将軍ハンニバルは、この出来事を聞くと、元老院議員の一人であるボオデスに二十隻の船を与えて派遣した。
§1.21.7ὃς ἐπιπλεύσας νυκτὸς ἐν τῷ λιμένι συνέκλεισε τοὺς περὶ τὸν Γνάιον.
彼は夜間に襲撃して港の中でグナエウスの一行を閉じ込めた。
ἡμέρας δʼ ἐπιγενομένης τὰ μὲν πληρώματα πρὸς φυγὴν ὥρμησεν εἰς τὴν γῆν, ὁ δὲ Γνάιος ἐκπλαγὴς γενόμενος καὶ ποιεῖν ἔχων οὐδὲν τέλος παρέδωκεν αὑτὸν τοῖς πολεμίοις.
夜が明けると、乗組員たちは陸地へと逃げ走ったが、グナエウスはパニックに陥り、なすすべを失って、ついに自分自身を敵に引き渡した。
§1.21.8οἱ δὲ Καρχηδόνιοι τάς τε ναῦς καὶ τὸν στρατηγὸν τῶν ὑπεναντίων ὑποχείριον ἔχοντες παραχρῆμα πρὸς τὸν Ἀννίβαν ἀπῆραν.
カルタゴ人たちは、敵の船と将軍を手中に収めると、直ちにハンニバルのもとへと出航した。
§1.21.9μετʼ οὐ πολλὰς δʼ ἡμέρας, οὕτως ἐναργοῦς ὄντος καὶ προσφάτου τοῦ περὶ τὸν Γνάιον ἀτυχήματος, παρʼ ὀλίγον αὐτὸς Ἀννίβας εἰς τὸ παραπλήσιον ἁμάρτημα προφανῶς ἐνέπεσεν.
しかし数日後、グナエウスの不幸な事件がこれほど明白かつ直近のことであったにもかかわらず、ハンニバル自身が、危うく全く同様の過ちに明白に陥るところであった。
§1.21.10ἀκούσας γὰρ τὸν τῶν Ῥωμαίων στόλον κομιζόμενον παρὰ τὴν Ἰταλίαν σύνεγγυς εἶναι, κατιδεῖν βουλόμενος τό τε πλῆθος καὶ τὴν ὅλην σύνταξιν τῶν ὑπεναντίων, λαβὼν πεντήκοντα ναῦς ἐπιπλεῖ.
彼はローマ人の艦隊がイタリア沿岸を航行して近くに来ていることを聞くと、敵の数と全般的な陣形を見極めたいと考え、五十隻の船を率いて出撃したのである。
§1.21.11κάμπτων δὲ περὶ τὸ τῆς Ἰταλίας ἀκρωτήριον ἐμπίπτει τοῖς πολεμίοις ἐν κόσμῳ καὶ τάξει ποιουμένοις τὸν πλοῦν καὶ τὰς μὲν πλείους ἀπέβαλε τῶν νεῶν, αὐτὸς δὲ μετὰ τῶν ὑπολειφθεισῶν ἀνελπίστως καὶ παραδόξως διέφυγεν.
しかし、イタリアの岬を回り込んだところで、秩序正しく隊列を整えて航行していた敵に不意に遭遇してしまい、船の大部分を失い、自身は残されたわずかな船とともに、予期せず奇跡的に逃げ延びた。

語釈・文法注

  1. §1.21.1οὐ μὲν ἀλλʼ — 強い対比や話の移行を示す小辞。前チャンクの末尾にある「もしその事件がなければ彼らの企て(造船)は最後まで阻まれていただろう」という反実仮想の否定的な仮定を受けて、「そうはいっても、実際には」と現実の具体的な動きへと話を戻す役割を果たしている。
  2. §1.21.2ταῖς ἐπʼ αὐτῶν τῶν πλοίων καθέδραις — 形容詞 `τὴν αὐτήν`(〜と同じ)に導かれる与格。「実際の船における座席と(全く同じ配列)」を意味し、比較の対象を与格で示すギリシア語の標準的な語法である。
  3. §1.21.9παρʼ ὀλίγον — 「ほとんど」「もう少しで〜するところ」を意味する副詞的慣用表現。ここでは主節の動詞 `ἐνέπεσεν` にかかり、ハンニバルが実際には過ちに陥らなかったが、紙一重のところで同じような失策を犯しかけたことを表す。

この箇所を引用する

ポリュビオス, 歴史 §1.21.1-1.21.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.21.1-1.21.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。