Humanitext Reader

波利比奥斯 · 历史 §1.20.1-1.20.16

罗马首次建立海军与战舰建造

第 20 段,共 1311 段 · 希腊语

内容简介

记述了罗马人在占领阿克拉加斯后野心膨胀,从而首次建立海军,并以搁浅的迦太基战船为模型建造战舰的经过。

§1.20.1τῆς δʼ ἀγγελίας ἀφικομένης εἰς τὴν σύγκλητον τῶν Ῥωμαίων ὑπὲρ τῶν κατὰ τὸν Ἀκράγαντα, περιχαρεῖς γενόμενοι καὶ ταῖς διανοίαις ἐπαρθέντες οὐκ ἔμενον ἐπὶ τῶν ἐξ ἀρχῆς λογισμῶν οὐδʼ ἠρκοῦντο σεσωκέναι τοὺς Μαμερτίνους οὐδὲ ταῖς ἐξ αὐτοῦ τοῦ πολέμου γενομέναις ὠφελείαις, §1.20.2ἐλπίσαντες δὲ καθόλου δυνατὸν εἶναι τοὺς Καρχηδονίους ἐκβαλεῖν ἐκ τῆς νήσου, τούτου δὲ γενομένου μεγάλην ἐπίδοσιν αὑτῶν λήψεσθαι τὰ πράγματα, πρὸς τούτοις ἦσαν τοῖς λογισμοῖς καὶ ταῖς περὶ τοῦτο τὸ μέρος ἐπινοίαις.
当关于阿克拉加斯战况的捷报传到罗马元老院时,他们大喜过望,士气大振,不再局限于起初的打算,也不再满足于拯救了马麦丁人以及从这场战争本身所获得的利益,而是寄希望于能够将迦太基人彻底驱逐出该岛,并认为一旦实现,他们的事业将获得巨大的发展,于是他们全神贯注于这些算计以及关于这方面的设想。
§1.20.3τὰ μὲν οὖν περὶ τὰς πεζικὰς δυνάμεις ἑώρων κατὰ λόγον σφίσι προχωροῦντα· §1.20.4μετὰ γὰρ τοὺς τὸν Ἀκράγαντα πολιορκήσαντας οἱ κατασταθέντες στρατηγοὶ Λεύκιος Οὐαλέριος καὶ Τίτος Ὀτακίλιος ἐδόκουν ἐνδεχομένως χειρίζειν τὰ κατὰ τὴν Σικελίαν.
那么,在陆军方面,他们看到事情正按照预期向着有利于他们的方向进展;因为在围攻阿克拉加斯的执政官之后被任命的将领卢基乌斯·瓦莱里乌斯和提图斯·奥塔基里乌斯,似乎在妥善地处理着西西里事务。
§1.20.5τῆς δὲ θαλάττης ἀκονιτὶ τῶν Καρχηδονίων ἐπικρατούντων ἐζυγοστατεῖτʼ αὐτοῖς ὁ πόλεμος·
然而,由于迦太基人轻而易举地统治着海洋,战争对他们来说仍然处于均势。
§1.20.6ἐν γὰρ τοῖς ἑξῆς χρόνοις, κατεχόντων αὐτῶν ἤδη τὸν Ἀκράγαντα, πολλαὶ μὲν πόλεις προσετίθεντο τῶν μεσογαίων τοῖς Ῥωμαίοις, ἀγωνιῶσαι τὰς πεζικὰς δυνάμεις, ἔτι δὲ πλείους ἀφίσταντο τῶν παραθαλαττίων, καταπεπληγμέναι τὸν τῶν Καρχηδονίων στόλον.
因为在随后的时期里,尽管他们已经占领了阿克拉加斯,但内陆的许多城市固然因为惧怕陆军而归顺了罗马人,但沿岸更有许多城市因为惧怕迦太基人的舰队而背叛了他们。
§1.20.7ὅθεν ὁρῶντες αἰεὶ καὶ μᾶλλον εἰς ἑκάτερα τὰ μέρη ῥοπὰς λαμβάνοντα τὸν πόλεμον διὰ τὰς προειρημένας αἰτίας, ἔτι δὲ τὴν μὲν Ἰταλίαν πορθουμένην πολλάκις ὑπὸ τῆς ναυτικῆς δυνάμεως, τὴν δὲ Λιβύην εἰς τέλος ἀβλαβῆ διαμένουσαν, ὥρμησαν ἐπὶ τὸ συνεμβαίνειν τοῖς Καρχηδονίοις εἰς τὴν θάλατταν.
因此,他们看到由于上述原因,战争愈发向双方倾斜,而且意大利频繁遭到海军力量的掠夺,而利比亚则自始至终安然无恙,于是他们决意也下海去对抗迦太基人。
§1.20.8διὸ καὶ τοῦτο τὸ μέρος οὐχ ἥκιστά με παρώρμησεν ποιήσασθαι μνήμην ἐπὶ πλεῖον τοῦ προειρημένου πολέμου χάριν τοῦ μηδὲ ταύτην ἀγνοεῖσθαι τὴν ἀρχήν, πῶς καὶ πότε καὶ διʼ ἃς αἰτίας πρῶτον ἐνέβησαν εἰς θάλατταν Ῥωμαῖοι.
因此,这一部分也特别促使我更加详尽地记述前述的战争,以便不让这一开端也鲜为人知,即罗马人究竟是如何、何时以及由于什么原因首次下海的。
§1.20.9θεωροῦντες δὲ τὸν πόλεμον αὑτοῖς τριβὴν λαμβάνοντα, τότε πρῶτον ἐπεβάλοντο ναυπηγεῖσθαι σκάφη, πεντηρικὰ μὲν ἑκατόν, εἴκοσι δὲ τριήρεις.
看到战争正在拖延,他们那时首次着手建造船只:一百艘五级战船和二十艘三级战船。
§1.20.10τῶν δὲ ναυπηγῶν εἰς τέλος ἀπείρων ὄντων τῆς περὶ τὰς πεντήρεις ναυπηγίας διὰ τὸ μηδένα τότε τῶν κατὰ τὴν Ἰταλίαν κεχρῆσθαι τοιούτοις σκάφεσιν, πολλὴν αὐτοῖς παρεῖχεν τοῦτο τὸ μέρος δυσχέρειαν.
由于造船工匠对建造五级战船完全没有经验,因为当时在意大利没有人使用过这类船只,这一部分给他们带来了巨大的困难。
§1.20.11ἐξ ὧν καὶ μάλιστα συνίδοι τις ἂν τὸ μεγαλόψυχον καὶ παράβολον τῆς Ῥωμαίων αἱρέσεως.
从中,人们最能看出罗马人决意的宏伟与冒险。
§1.20.12οὐ γὰρ οἷον εὐλόγους ἀφορμὰς ἔχοντες, ἀλλʼ οὐδʼ ἀφορμὰς καθάπαξ οὐδʼ ἐπίνοιαν οὐδέποτε ποιησάμενοι τῆς θαλάττης, τότε δὴ πρῶτον ἐν νῷ λαμβάνοντες οὕτως τολμηρῶς ἐνεχείρησαν ὥστε πρὶν ἢ πειραθῆναι τοῦ πράγματος, εὐθὺς ἐπιβαλέσθαι Καρχηδονίοις ναυμαχεῖν τοῖς ἐκ προγόνων ἔχουσι τὴν κατὰ θάλατταν ἡγεμονίαν ἀδήριτον.
因为这不仅不是说他们拥有合情合理的机会,而是他们根本没有任何机会,也从未对海洋有过任何设想,当时他们却首次将其放在心上,如此大胆地尝试,以至于在对这件事进行尝试之前,就立即着手与祖辈以来就无可争议地拥有海上霸权的迦太基人进行海战。
§1.20.13μαρτυρίῳ δʼ ἄν τις χρήσαιτο πρὸς τὴν ἀλήθειαν τῶν νῦν ὑπʼ ἐμοῦ λεγομένων καὶ πρὸς τὸ παράδοξον αὐτῶν τῆς τόλμης· ὅτε γὰρ τὸ πρῶτον ἐπεχείρησαν διαβιβάζειν εἰς τὴν Μεσσήνην τὰς δυνάμεις, οὐχ οἷον κατάφρακτος αὐτοῖς ὑπῆρχεν ναῦς, ἀλλʼ οὐδὲ καθόλου μακρὸν πλοῖον οὐδὲ λέμβος οὐδʼ εἷς, §1.20.14ἀλλὰ παρὰ Ταραντίνων καὶ Λοκρῶν ἔτι δʼ Ἐλεατῶν καὶ Νεαπολιτῶν συγχρησάμενοι πεντηκοντόρους καὶ τριήρεις ἐπὶ τούτων παραβόλως διεκόμισαν τοὺς ἄνδρας.
有人可以拿一个证据来证明我现在所说的话的真实性以及他们胆量之惊人:当他们首次企图将军队运送到美塞内时,他们不仅没有任何有甲板的船只,甚至连一艘长船或轻舟也没有,而是从塔兰托人、洛克里人、以及埃利亚人和那不勒斯人那里借用了五十桨船和三级战船,并在这些船上冒险将士兵运送了过去。
§1.20.15ἐν ᾧ δὴ καιρῷ τῶν Καρχηδονίων κατὰ τὸν πορθμὸν ἐπαναχθέντων αὐτοῖς, καὶ μιᾶς νεὼς καταφράκτου διὰ τὴν προθυμίαν προπεσούσης, ὥστʼ ἐποκείλασαν γενέσθαι τοῖς Ῥωμαίοις ὑποχείριον, ταύτῃ παραδείγματι χρώμενοι τότε πρὸς ταύτην ἐποιοῦντο τὴν τοῦ παντὸς στόλου ναυπηγίαν, §1.20.16ὡς εἰ μὴ τοῦτο συνέβη γενέσθαι, δῆλον ὡς διὰ τὴν ἀπειρίαν εἰς τέλος ἂν ἐκωλύ
就在那个时候,当迦太基人在海峡向他们发起攻击时,一艘有甲板的船只因为急于求成而冲得太前,以至于搁浅并落入罗马人之手,他们当时便以这艘船为样品,建造了整个舰队,由此可见,若非此事发生,他们显然会因缺乏经验而自始至终受阻……

词汇与语法注释

  1. §1.20.1σεσωκέναι ... ὠφελείαις — 动词 ἠρκοῦντο(满足于,ἀρκέομαι 的未完成过去时)的补足语中,完成了不定式短语 σεσωκέναι τοὺς Μαμερτίνους(拯救马麦丁人)与与格名词短语 ταῖς... ὠφελείαις(利益)这两个不同的句法结构并列呈现。两者都表示“满足”的对象。
  2. §1.20.6ἀγωνιῶσαι — 动词 ἀγωνιάω(害怕、担忧)的现在活动分词阴性复数主格(由 ἀγωνιάουσαι 缩合而来)。它修饰主语 πόλεις(城市),表示害怕陆军的原因或状态。虽然容易与不定式(第一不定过去时活动不定式:ἀγωνιάσαι)混淆,但根据重音和上下文,应理解为分词。
  3. §1.20.12οὐ γὰρ οἷον ... ἀλλʼ οὐδʼ — 意为“不仅没有……甚至连……也没有”的强否定对比句式。此处 οὐχ οἷον(类似于 οὐχ ὅπως)引导“不仅没有(远非)”,与后文的 ἀλλʼ οὐδʼ(甚至没有)相呼应,强调罗马人当时完全没有任何海战的手段或计划。

引用这一段

波利比奥斯, 历史 §1.20.1-1.20.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.20.1-1.20.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。