§1.19.1τῶν χορηγίων.
(前節から続く)供給物資の。
μετὰ δὲ ταῦτα θεωρῶν ὁ προειρημένος ἀνὴρ τοὺς μὲν Ῥωμαίους ὑπό τε τῆς νόσου καὶ τῆς ἐνδείας ἀσθενῶς διακειμένους διὰ τὸ λοιμικὴν εἶναι παρʼ αὐτοῖς κατάστασιν, τὰ δὲ σφέτερα στρατόπεδα νομίζων ἀξιόχρεα πρὸς μάχην ὑπάρχειν,
この後、前述の男は、ローマ人たちが疫病の発生によって病気と欠乏のために衰弱しているのを目にし、他方で自軍の陣営は戦闘に耐えうると考え、およそ五十頭の戦象と他のすべての軍勢を率いて、ヘラクレイアから急ぎ進軍した。
§1.19.2ἀναλαβὼν τά τε θηρία περὶ πεντήκοντα τὸν ἀριθμὸν ὄντα καὶ τὴν λοιπὴν δύναμιν ἅπασαν προῆγε κατὰ σπουδὴν ἐκ τῆς Ἡρακλείας, παραγγείλας τοῖς Νομαδικοῖς ἱππεῦσι προπορεύεσθαι καὶ συνεγγίσασι τῷ χάρακι τῶν ἐναντίων ἐρεθίζειν καὶ πειρᾶσθαι τοὺς ἱππεῖς αὐτῶν ἐκκαλεῖσθαι, κἄπειτα πάλιν ἐκκλίνασιν ἀποχωρεῖν, ἕως ἂν αὐτῷ συμμίξωσι.
彼はヌミディア騎兵たちに、先行して敵の柵に近づき、敵を挑発してその騎兵たちを誘い出し、その後は再び身を翻して、彼と合流するまで退却するようにと命じた。
§1.19.3πραξάντων δὲ τὸ συνταχθὲν τῶν Νομάδων καὶ προσμιξάντων θατέρῳ τῶν στρατοπέδων, εὐθὺς οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐξεχέοντο καὶ θρασέως ἐπέκειντο τοῖς Νομάσιν.
ヌミディア兵たちが指示されたことを実行し、二つの陣営のうちの一方に近づくと、直ちにローマの騎兵たちが打って出て、激しくヌミディア兵たちを追撃した。
§1.19.4οἱ δὲ Λίβυες ὑπεχώρουν κατὰ τὸ παράγγελμα, μέχρι συνέμιξαν τοῖς περὶ τὸν Ἄννωνα·
リビア兵たちは命令通りに退却し、ハンノの部隊と合流するに至った。
λοιπόν τʼ ἐκ μεταβολῆς περιχυθέντες ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἕως εἰς τὸν χάρακα συνεδίωξαν.
そこで彼らは反転して敵を取り囲み、敵に襲いかかってその多くを殺し、残りの者たちを陣営まで追い詰めた。
§1.19.5γενομένων δὲ τούτων ἐπεστρατοπέδευσαν οἱ περὶ τὸν Ἄννωνα τοῖς Ῥωμαίοις, καταλαβόμενοι τὸν λόφον τὸν καλούμενον Τόρον, ὡς δέκα σταδίους ἀπέχοντες τῶν ὑπεναντίων.
これが起こると、ハンノの軍勢はトロスと呼ばれる丘を占拠し、敵から約十スタディオン離れたところにローマ人に対抗して陣営を構えた。
§1.19.6καὶ δύο μὲν μῆνας ἔμενον ἐπὶ τῶν ὑποκειμένων, οὐδὲν ὁλοσχερὲς πράττοντες πλὴν ἀκροβολιζόμενοι καθʼ ἑκάστην ἡμέραν.
そして彼らは二ヶ月の間その場所に留まり、連日小競り合いをするほかは、決定的な行動を何も起こさなかった。
§1.19.7τοῦ δʼ Ἀννίβου διαπυρσευομένου καὶ διαπεμπομένου συνεχῶς ἐκ τῆς πόλεως πρὸς τὸν Ἄννωνα καὶ δηλοῦντος ὅτι τὰ πλήθη τὸν λιμὸν οὐχ ὑπομένει, πολλοὶ δὲ καὶ πρὸς τοὺς πολεμίους αὐτομολοῦσι διὰ τὴν ἔνδειαν, ἔγνω διακινδυνεύειν ὁ τῶν Καρχηδονίων στρατηγός, οὐχ ἧττον ἐπὶ τοῦτο φερομένων καὶ τῶν Ῥωμαίων διὰ τὰς προειρημένας αἰτίας.
ハンニバルが絶えず都市からハンノに使者を送り、信号を上げて、城内の群衆が飢えに耐えかねており、困窮のために多くの者が敵へと寝返っていることを知らせてきたため、カルタゴの将軍は決戦を行うことを決意した。 ローマ人たちもまた、前述の理由から同様にこれに傾いていた。
§1.19.8διόπερ ἐξαγαγόντες ἀμφότεροι τὰς δυνάμεις εἰς τὸν μεταξὺ τόπον τῶν στρατοπέδων συνέβαλλον ἀλλήλοις.
それゆえ、双方は陣営の間の空間へと軍勢を導き出して互いに衝突した。
§1.19.9ἐπὶ πολὺν δὲ χρόνον γενομένης τῆς μάχης τέλος ἐτρέψαντο τοὺς προκινδυνεύσαντας μισθοφόρους τῶν Καρχηδονίων οἱ Ῥωμαῖοι.
戦闘は長い時間続いたが、ついにローマ人は、カルタゴ人の先陣を切って戦っていた傭兵たちを敗走させた。
§1.19.10τούτων δὲ πεσόντων εἰς τὰ θηρία καὶ τὰς λοιπὰς τάξεις τὰς ἐφεστηκυίας συνέβη πᾶν συνταραχθῆναι τὸ τῶν Φοινίκων στρατόπεδον.
彼らが象やその背後に控えていた他の隊列へと崩れ落ちたため、カルタゴ人の全軍勢が混乱に陥る事態となった。
§1.19.11γενομένου δʼ ἐγκλίματος ὁλοσχεροῦς οἱ μὲν πλεῖστοι διεφθάρησαν αὐτῶν, τινὲς δʼ εἰς Ἡράκλειαν ἀπεχώρησαν·
全面的な敗走が起こると、彼らの大部分は殺され、一部の者はヘラクレイアへと逃れた。
οἱ δὲ Ῥωμαῖοι τῶν τε πλείστων ἐκυρίευσαν θηρίων καὶ τῆς ἐπισκευῆς ἁπάσης.
ローマ人たちは象の大部分とすべての輜重を手に入れた。
§1.19.12ἐπιγενομένης δὲ τῆς νυκτός, καὶ διὰ τὴν ἐκ τῶν κατορθωμάτων χαρὰν καὶ διὰ τὸν κόπον ῥᾳθυμότερον ταῖς φυλακαῖς αὐτῶν χρησαμένων, ἀπελπίσας Ἀννίβας τὰ πράγματα καὶ νομίσας ἔχειν εὐφυῆ καιρὸν πρὸς σωτηρίαν διὰ τὰς προειρημένας αἰτίας, ὥρμησε περὶ μέσας νύκτας ἐκ τῆς πόλεως, ἔχων τὰς ξενικὰς δυνάμεις.
夜が訪れ、ローマ人たちが勝利による喜びと疲労のために警戒を怠っていたので、ハンニバルは状況を絶望し、前述の理由から脱出のための絶好の機会を得たと考えて、夜半ごろに外国人部隊を率いて都市から出発した。
§1.19.13χώσας δὲ φορμοῖς ἀχύρων σεσαγμένοις τὰς τάφρους ἔλαθε τοὺς πολεμίους ἀπαγαγὼν ἀσφαλῶς τὴν δύναμιν.
彼は籾殻を詰めた編み籠で壕を埋め、敵に気づかれずに、安全に軍勢を引き連れて脱出した。
§1.19.14οἱ δὲ Ῥωμαῖοι τῆς ἡμέρας ἐπελθούσης συνέντες τὸ γεγονὸς καὶ τῆς οὐραγίας τῆς τῶν περὶ τὸν Ἀννίβαν ἐπὶ βραχὺ καθαψάμενοι μετὰ ταῦτα πάντες ὥρμησαν πρὸς τὰς πύλας.
ローマ人たちは夜が明けると事の次第を理解し、ハンニバルの殿の部隊をわずかに攻撃した後、全員で門へと押し寄せた。
§1.19.15οὐδενὸς δʼ ἐμποδὼν αὐτοῖς ἱσταμένου, παρεισπεσόντες διήρπασαν τὴν πόλιν καὶ πολλῶν μὲν σωμάτων, πολλῆς δὲ καὶ παντοδαπῆς ἐγένοντο κατασκευῆς ἐγκρατεῖς.
誰も彼らの行く手を阻まなかったので、城内へと進み入って都市を略奪し、多くの奴隷とあらゆる種類の多大な家財を手に入れた。