§1.19.1τῶν χορηγίων.
(接前节)物资的。
μετὰ δὲ ταῦτα θεωρῶν ὁ προειρημένος ἀνὴρ τοὺς μὲν Ῥωμαίους ὑπό τε τῆς νόσου καὶ τῆς ἐνδείας ἀσθενῶς διακειμένους διὰ τὸ λοιμικὴν εἶναι παρʼ αὐτοῖς κατάστασιν, τὰ δὲ σφέτερα στρατόπεδα νομίζων ἀξιόχρεα πρὸς μάχην ὑπάρχειν, §1.19.2ἀναλαβὼν τά τε θηρία περὶ πεντήκοντα τὸν ἀριθμὸν ὄντα καὶ τὴν λοιπὴν δύναμιν ἅπασαν προῆγε κατὰ σπουδὴν ἐκ τῆς Ἡρακλείας, παραγγείλας τοῖς Νομαδικοῖς ἱππεῦσι προπορεύεσθαι καὶ συνεγγίσασι τῷ χάρακι τῶν ἐναντίων ἐρεθίζειν καὶ πειρᾶσθαι τοὺς ἱππεῖς αὐτῶν ἐκκαλεῖσθαι, κἄπειτα πάλιν ἐκκλίνασιν ἀποχωρεῖν, ἕως ἂν αὐτῷ συμμίξωσι.
在此之后,前述的那个人看到罗马人由于他们中间流行疫病而在疾病和匮乏中身体虚弱,另一方面,他认为自己的军队足以应付战斗,他率领数量约五十头的战象以及其余的全部军队,急忙从赫拉克利亚出发,并命令努米底亚骑兵在前面推进,在接近敌人的营垒时进行挑衅,企图引诱敌方的骑兵出战,然后再转身退却,直到与他会合。
§1.19.3πραξάντων δὲ τὸ συνταχθὲν τῶν Νομάδων καὶ προσμιξάντων θατέρῳ τῶν στρατοπέδων, εὐθὺς οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐξεχέοντο καὶ θρασέως ἐπέκειντο τοῖς Νομάσιν.
当努米底亚兵执行了命令并接近两营中的一营时,罗马的骑兵立即涌出,勇猛地追击努米底亚兵。
§1.19.4οἱ δὲ Λίβυες ὑπεχώρουν κατὰ τὸ παράγγελμα, μέχρι συνέμιξαν τοῖς περὶ τὸν Ἄννωνα· λοιπόν τʼ ἐκ μεταβολῆς περιχυθέντες ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἕως εἰς τὸν χάρακα συνεδίωξαν.
利比亚人按照命令退却,直到与汉诺的人马会合;此后他们转身合围并袭击敌人,杀死了其中的许多人,将其余的人一直追击到营垒里。
§1.19.5γενομένων δὲ τούτων ἐπεστρατοπέδευσαν οἱ περὶ τὸν Ἄννωνα τοῖς Ῥωμαίοις, καταλαβόμενοι τὸν λόφον τὸν καλούμενον Τόρον, ὡς δέκα σταδίους ἀπέχοντες τῶν ὑπεναντίων.
此事发生后,汉诺等人占领了被称为托罗斯的山丘,在距离敌方约十斯塔迪翁的地方,对着罗马人安营扎寨。
§1.19.6καὶ δύο μὲν μῆνας ἔμενον ἐπὶ τῶν ὑποκειμένων, οὐδὲν ὁλοσχερὲς πράττοντες πλὴν ἀκροβολιζόμενοι καθʼ ἑκάστην ἡμέραν.
他们在原处停留了两个月,除了每日进行前哨战外,没有采取任何具有决定性的行动。
§1.19.7τοῦ δʼ Ἀννίβου διαπυρσευομένου καὶ διαπεμπομένου συνεχῶς ἐκ τῆς πόλεως πρὸς τὸν Ἄννωνα καὶ δηλοῦντος ὅτι τὰ πλήθη τὸν λιμὸν οὐχ ὑπομένει, πολλοὶ δὲ καὶ πρὸς τοὺς πολεμίους αὐτομολοῦσι διὰ τὴν ἔνδειαν, ἔγνω διακινδυνεύειν ὁ τῶν Καρχηδονίων στρατηγός, οὐχ ἧττον ἐπὶ τοῦτο φερομένων καὶ τῶν Ῥωμαίων διὰ τὰς προειρημένας αἰτίας.
由于汉尼拔不断从城里给汉诺发送火号并派去使者,说明城中的大众无法忍受饥荒,且由于匮乏已有许多人向敌军投降,这位迦太基的将军决定冒险进行决战,而罗马人由于上述原因,对决战的渴望也同样迫切。
§1.19.8διόπερ ἐξαγαγόντες ἀμφότεροι τὰς δυνάμεις εἰς τὸν μεταξὺ τόπον τῶν στρατοπέδων συνέβαλλον ἀλλήλοις.
因此,双方都将军队带入两营之间的空间,互相交战。
§1.19.9ἐπὶ πολὺν δὲ χρόνον γενομένης τῆς μάχης τέλος ἐτρέψαντο τοὺς προκινδυνεύσαντας μισθοφόρους τῶν Καρχηδονίων οἱ Ῥωμαῖοι.
战斗持续了很长时间,最后罗马人击退了在前方作战的迦太基雇佣兵。
§1.19.10τούτων δὲ πεσόντων εἰς τὰ θηρία καὶ τὰς λοιπὰς τάξεις τὰς ἐφεστηκυίας συνέβη πᾶν συνταραχθῆναι τὸ τῶν Φοινίκων στρατόπεδον.
当这些人退缩并撞向战象以及部署在后面的其他队列时,结果导致迦太基人的整个军营都陷入了混乱。
§1.19.11γενομένου δʼ ἐγκλίματος ὁλοσχεροῦς οἱ μὲν πλεῖστοι διεφθάρησαν αὐτῶν, τινὲς δʼ εἰς Ἡράκλειαν ἀπεχώρησαν· οἱ δὲ Ῥωμαῖοι τῶν τε πλείστων ἐκυρίευσαν θηρίων καὶ τῆς ἐπισκευῆς ἁπάσης.
在全面溃败发生后,他们中的大多数人被歼灭,一些人逃往赫拉克利亚;而罗马人占领了大部分战象和所有的军需装备。
§1.19.12ἐπιγενομένης δὲ τῆς νυκτός, καὶ διὰ τὴν ἐκ τῶν κατορθωμάτων χαρὰν καὶ διὰ τὸν κόπον ῥᾳθυμότερον ταῖς φυλακαῖς αὐτῶν χρησαμένων, ἀπελπίσας Ἀννίβας τὰ πράγματα καὶ νομίσας ἔχειν εὐφυῆ καιρὸν πρὸς σωτηρίαν διὰ τὰς προειρημένας αἰτίας, ὥρμησε περὶ μέσας νύκτας ἐκ τῆς πόλεως, ἔχων τὰς ξενικὰς δυνάμεις.
夜幕降临,罗马人由于成功的喜悦和身体的疲惫,对哨所的防备变得有些松懈,汉尼拔对局势感到绝望,并认为由于上述原因他获得了一个安全脱逃的极好机会,于是他在半夜左右率领外籍雇佣军从城中出发。
§1.19.13χώσας δὲ φορμοῖς ἀχύρων σεσαγμένοις τὰς τάφρους ἔλαθε τοὺς πολεμίους ἀπαγαγὼν ἀσφαλῶς τὴν δύναμιν.
他用装满麦秸的筐子填平了壕沟,在敌人毫不知觉的情况下安全地撤出了军队。
§1.19.14οἱ δὲ Ῥωμαῖοι τῆς ἡμέρας ἐπελθούσης συνέντες τὸ γεγονὸς καὶ τῆς οὐραγίας τῆς τῶν περὶ τὸν Ἀννίβαν ἐπὶ βραχὺ καθαψάμενοι μετὰ ταῦτα πάντες ὥρμησαν πρὸς τὰς πύλας.
天亮时,罗马人察觉到了所发生的事情,在稍微袭击了汉尼拔军队的后卫之后,随后全体向城门冲去。
§1.19.15οὐδενὸς δʼ ἐμποδὼν αὐτοῖς ἱσταμένου, παρεισπεσόντες διήρπασαν τὴν πόλιν καὶ πολλῶν μὲν σωμάτων, πολλῆς δὲ καὶ παντοδαπῆς ἐγένοντο κατασκευῆς ἐγκρατεῖς.
由于没有人阻挡他们,他们冲入城内,洗劫了城市,夺取了许多人口和大量各种各样的物资。