§1.12.1εἰς τὰς Συρακούσας.
シュラクサイへと(撤退した)。
τῇ δὲ κατὰ πόδας ἡμέρᾳ γνοὺς Ἄππιος τὴν ἀπόλυσιν τῶν προειρημένων καὶ γενόμενος εὐθαρσὴς ἔκρινε μὴ μέλλειν, ἀλλʼ ἐγχειρεῖν τοῖς Καρχηδονίοις.
翌日、アッピウスは前述の者たちの撤退を知り、勇気を得て、躊躇することなく、カルタゴ人に攻撃を仕掛けることを決意した。
§1.12.2παραγγείλας οὖν τοῖς στρατιώταις ἐν ὥρᾳ γίνεσθαι τὴν θεραπείαν, ἅμα τῷ φωτὶ τὴν ἔξοδον ἐποιεῖτο.
そこで彼は兵士たちに、適当な時間に食事を摂るよう命じ、夜明けと同時に出撃した。
§1.12.3συμβαλὼν δὲ τοῖς ὑπεναντίοις πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν προτροπάδην εἰς τὰς παρακειμένας πόλεις.
敵と交戦すると、彼は彼らの多くを殺害し、残りの者たちを近くの都市へと一目散に逃走させた。
§1.12.4χρησάμενος δὲ τοῖς εὐτυχήμασι τούτοις καὶ λύσας τὴν πολιορκίαν, λοιπὸν ἐπιπορευόμενος ἀδεῶς ἐπόρθει τήν τε τῶν Συρακοσίων καὶ τὴν τῶν συμμαχούντων αὐτοῖς χώραν, οὐδενὸς ἀντιποιουμένου τῶν ὑπαίθρων·
これらの成功を収めて包囲を解くと、その後は恐れることなく進軍し、シュラクサイ人および彼らの同盟国の領土を略奪した。 野戦で抵抗する者は誰もいなかったからである。
τὸ δὲ τελευταῖον προσκαθίσας αὐτὰς ἐπεβάλετο πολιορκεῖν τὰς Συρακούσας.
そして最後に、彼はシュラクサイの前に陣を敷き、これを包囲することに乗り出した。
§1.12.5ἡ μὲν οὖν πρώτη Ῥωμαίων ἐκ τῆς Ἰταλίας διάβασις μετὰ δυνάμεως ἥδε καὶ διὰ ταῦτα καὶ κατὰ τούτους ἐγένετο τοὺς καιρούς,
このようにして、ローマ人の最初のイタリアからの武装渡海は、このような理由により、またこれらの時期に行われたのである。
§1.12.6ἣν οἰκειοτάτην κρίναντες ἀρχὴν εἶναι τῆς ὅλης προθέσεως, ἀπὸ ταύτης ἐποιησάμεθα τὴν ἐπίστασιν, ἀναδραμόντες ἔτι τοῖς χρόνοις τοῦ μηδὲν ἀπόρημα καταλιπεῖν ὑπὲρ τῶν κατὰ τὰς αἰτίας ἀποδείξεων.
私たちはこの事件を、計画全体の最も適切な出発点であると判断し、原因についての説明に何ら疑念を残さないために、時代をさらに遡って、ここから本格的な記述を開始したのである。
§1.12.7τῷ γὰρ πῶς καὶ πότε πταίσαντες αὐτῇ τῇ πατρίδι Ῥωμαῖοι τῆς ἐπὶ τὸ βέλτιον ἤρξαντο προκοπῆς καὶ πότε πάλιν καὶ πῶς κρατήσαντες τῶν κατὰ τὴν Ἰταλίαν τοῖς ἐκτὸς ἐπιχειρεῖν ἐπεβάλοντο πράγμασιν, ἀναγκαῖον ὑπελάβομεν εἶναι παρακολουθῆσαι τοῖς μέλλουσι καὶ τὸ κεφάλαιον αὐτῶν τῆς νῦν ὑπεροχῆς δεόντως συνόψεσθαι.
というのも、ローマ人がどのように、またいつ、自分たちの祖国そのものにおいて挫折を経験しながらも、より良い方向への進歩を始めたのか、そして再びいつ、どのようにイタリアの諸民族を征服した後に、国外の諸事へと手を伸ばし始めたのか、ということを理解することは、彼らの現在の覇権の全体像をしかるべく展望しようとする人々にとって不可欠であると私たちは考えたからである。
§1.12.8διόπερ οὐ χρὴ θαυμάζειν οὐδʼ ἐν τοῖς ἑξῆς, ἐάν που προσανατρέχωμεν τοῖς χρόνοις περὶ τῶν ἐπιφανεστάτων πολιτευμάτων.
それゆえ、今後の記述において、私たちが最も顕著な国家体制について時代を遡ることがあるとしても、驚くべきではない。
§1.12.9τοῦτο γὰρ ποιήσομεν χάριν τοῦ λαμβάνειν ἀρχὰς τοιαύτας, ἐξ ὧν ἔσται σαφῶς κατανοεῖν ἐκ τίνων ἕκαστοι καὶ πότε καὶ πῶς ὁρμηθέντες εἰς ταύτας παρεγένοντο τὰς διαθέσεις, ἐν αἷς ὑπάρχουσι νῦν.
なぜなら、私たちはそのような出発点を得るためにそうするのであり、それによって、それぞれの民族がどのような状態から、いつ、どのようにして出発し、彼らが現在置かれている国家状況へと到達したのかを明確に理解できるようになるからである。
ὃ δὴ καὶ περὶ Ῥωμαίων ἄρτι πεποιήκαμεν.
これこそ、私たちが先ほどローマ人に関しても行ったことである。