Humanitext Reader

波利比奥斯 · 历史 §1.12.1-1.12.9

美塞拿之围的解除与历史记述的起点

第 12 段,共 1311 段 · 希腊语

内容简介

阿庇乌斯击败叙拉古和迦太基军队,解除了美塞拿之围并反包围叙拉古;同时历史学家波利比乌斯阐述了他将这部历史的起点设在第一次布匿战争的方法论原因。

§1.12.1εἰς τὰς Συρακούσας.
往叙拉古。
τῇ δὲ κατὰ πόδας ἡμέρᾳ γνοὺς Ἄππιος τὴν ἀπόλυσιν τῶν προειρημένων καὶ γενόμενος εὐθαρσὴς ἔκρινε μὴ μέλλειν, ἀλλʼ ἐγχειρεῖν τοῖς Καρχηδονίοις.
次日,阿庇乌斯得知上述之人的撤退,便勇气倍增,决定不再迟疑,而是向迦太基人发起进攻。
§1.12.2παραγγείλας οὖν τοῖς στρατιώταις ἐν ὥρᾳ γίνεσθαι τὴν θεραπείαν, ἅμα τῷ φωτὶ τὴν ἔξοδον ἐποιεῖτο.
于是,他命令士兵按时用餐,并在天亮时发动出击。
§1.12.3συμβαλὼν δὲ τοῖς ὑπεναντίοις πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν προτροπάδην εἰς τὰς παρακειμένας πόλεις.
与敌人交战后,他击杀了其中的许多人,并迫使其余的人狼狈逃窜至邻近的城市。
§1.12.4χρησάμενος δὲ τοῖς εὐτυχήμασι τούτοις καὶ λύσας τὴν πολιορκίαν, λοιπὸν ἐπιπορευόμενος ἀδεῶς ἐπόρθει τήν τε τῶν Συρακοσίων καὶ τὴν τῶν συμμαχούντων αὐτοῖς χώραν, οὐδενὸς ἀντιποιουμένου τῶν ὑπαίθρων· τὸ δὲ τελευταῖον προσκαθίσας αὐτὰς ἐπεβάλετο πολιορκεῖν τὰς Συρακούσας.
在取得这些成功并解除了围困之后,此后他便毫无畏惧地四处进军,蹂躏了叙拉古人及其盟友的领地,因为野外无人敢于反抗;最后,他陈兵叙拉古城下,企图对其进行围攻。
§1.12.5ἡ μὲν οὖν πρώτη Ῥωμαίων ἐκ τῆς Ἰταλίας διάβασις μετὰ δυνάμεως ἥδε καὶ διὰ ταῦτα καὶ κατὰ τούτους ἐγένετο τοὺς καιρούς,
如此,罗马人首次携带军队渡离意大利,正是由于这些原因并在这些时期发生的。
§1.12.6ἣν οἰκειοτάτην κρίναντες ἀρχὴν εἶναι τῆς ὅλης προθέσεως, ἀπὸ ταύτης ἐποιησάμεθα τὴν ἐπίστασιν, ἀναδραμόντες ἔτι τοῖς χρόνοις τοῦ μηδὲν ἀπόρημα καταλιπεῖν ὑπὲρ τῶν κατὰ τὰς αἰτίας ἀποδείξεων.
我们判定这一事件是整个计划最合适的起点,因而从这里开始我们的着重阐述,并在时间上进一步回溯,以便在关于原因的证明上不留下任何疑问。
§1.12.7τῷ γὰρ πῶς καὶ πότε πταίσαντες αὐτῇ τῇ πατρίδι Ῥωμαῖοι τῆς ἐπὶ τὸ βέλτιον ἤρξαντο προκοπῆς καὶ πότε πάλιν καὶ πῶς κρατήσαντες τῶν κατὰ τὴν Ἰταλίαν τοῖς ἐκτὸς ἐπιχειρεῖν ἐπεβάλοντο πράγμασιν, ἀναγκαῖον ὑπελάβομεν εἶναι παρακολουθῆσαι τοῖς μέλλουσι καὶ τὸ κεφάλαιον αὐτῶν τῆς νῦν ὑπεροχῆς δεόντως συνόψεσθαι.
因为,为了让那些将要关注历史的人能够妥善地总览他们如今的霸权,我们认为有必要了解:罗马人是如何以及何时在他们自己的祖国遭遇挫折后开始向更好的方向进步,又是何时以及如何,在征服了意大利各族之后,开始着手染指外部事务的。
§1.12.8διόπερ οὐ χρὴ θαυμάζειν οὐδʼ ἐν τοῖς ἑξῆς, ἐάν που προσανατρέχωμεν τοῖς χρόνοις περὶ τῶν ἐπιφανεστάτων πολιτευμάτων.
因此,在接下来的叙述中,若我们在关于最著名的国家政体方面有时回溯时间,也不必感到惊讶。
§1.12.9τοῦτο γὰρ ποιήσομεν χάριν τοῦ λαμβάνειν ἀρχὰς τοιαύτας, ἐξ ὧν ἔσται σαφῶς κατανοεῖν ἐκ τίνων ἕκαστοι καὶ πότε καὶ πῶς ὁρμηθέντες εἰς ταύτας παρεγένοντο τὰς διαθέσεις, ἐν αἷς ὑπάρχουσι νῦν.
因为我们这样做是为了获得这样的起点,由此可以清晰地理解:各个民族究竟是从何种源头、在何时、以何种方式出发,并最终达到了他们如今所处的这些状态。
ὃ δὴ καὶ περὶ Ῥωμαίων ἄρτι πεποιήκαμεν.
这确实也就是我们刚才针对罗马人所做的事情。

词汇与语法注释

  1. 1.12.1τῇ δὲ κατὰ πόδας ἡμέρᾳ — 意为“次日”或“紧接着的第二天”的惯用表达。介词短语 κατὰ πόδας(紧跟脚后)这一空间概念在此被转用以表示时间上的紧接。
  2. 1.12.4οὐδενὸς ἀντιποιουμένου τῶν ὑπαίθρων — 属格独立(绝对属格)结构。τῶν ὑπαίθρων 是中性复数名词(指“野外”、“露天之地”),作为分词 ἀντιποιουμένου(意为“声索、争夺”)的属格宾语。
  3. 1.12.6ἀναδραμόντες ἔτι τοῖς χρόνοις τοῦ μηδὲν ἀπόρημα καταλιπεῖν — 介词性属格不定式短语 τοῦ μηδὲν ἀπόρημα καταλιπεῖν 表示目的(“为了不留下任何疑问/难点”)。分词 ἀναδραμόντες(源自 ἀνατρέχω)意为在时间上“回溯”。
  4. 1.12.7τῷ γὰρ πῶς καὶ πότε πταίσαντες ... ἀναγκαῖον ὑπελάβομεν εἶναι παρακολουθῆσαι — 与格定冠词 τῷ 使其后的一系列间接疑问从句(πῶς καὶ πότε...)名词化,并作为不定式 παρακολουθῆσαι(意为“密切关注、理解”)的与格宾语。而整个不定式短语又是无人称句 ἀναγκαῖον ὑπελάβομεν εἶναι(“我们认为……是必要的”)的逻辑主语。

引用这一段

波利比奥斯, 历史 §1.12.1-1.12.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:1.12.1-1.12.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。