§1.11.1πολὺν μὲν χρόνον ἐβουλεύσαντο, καὶ τὸ μὲν συνέδριον οὐδʼ εἰς τέλος ἐκύρωσε τὴν γνώμην διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας.
彼らは長い時間をかけて議論を重ねたが、元老院はさきほど述べた理由のために、最後まで決議を可決しなかった。
ἐδόκει γὰρ τὰ περὶ τὴν ἀλογίαν τῆς τοῖς Μαμερτίνοις ἐπικουρίας ἰσορροπεῖν τοῖς ἐκ τῆς βοηθείας συμφέρουσιν.
マメルティノイを援助することの不条理さが、その援助から得られる利益と均衡しているように思われたからである。
§1.11.2οἱ δὲ πολλοὶ τετρυμένοι μὲν ὑπὸ τῶν προγεγονότων πολέμων καὶ προσδεόμενοι παντοδαπῆς ἐπανορθώσεως, ἅμα δὲ τοῖς ἄρτι ῥηθεῖσι περὶ τοῦ κοινῇ συμφέρειν τὸν πόλεμον καὶ κατʼ ἰδίαν ἑκάστοις ὠφελείας προδήλους καὶ μεγάλας ὑποδεικνυόντων τῶν στρατηγῶν, ἔκριναν βοηθεῖν.
しかし民衆は、度重なる戦争に疲れ果て、あらゆる方面での立て直しを必要としていた上に、将軍たちが、先ほど述べられた共同の利益に加えて、個々の人々にとっても明白かつ多大な利益があることを指し示したため、援助することを決議した。
§1.11.3κυρωθέντος δὲ τοῦ δόγματος ὑπὸ τοῦ δήμου, προχειρισάμενοι τὸν ἕτερον τῶν ὑπάτων στρατηγὸν Ἄππιον Κλαύδιον ἐξαπέστειλαν, κελεύσαντες βοηθεῖν καὶ διαβαίνειν εἰς Μεσσήνην.
民衆によって決議が承認されると、彼らは執政官の一人であるアッピウス・クラウディウスを将軍に任命して派遣し、援助してメッセネへ渡るよう命じた。
§1.11.4οἱ δὲ Μαμερτῖνοι τὸν μὲν τῶν Καρχηδονίων στρατηγὸν ἤδη κατέχοντα τὴν ἄκραν ἐξέβαλον, τὰ μὲν καταπληξάμενοι, τὰ δὲ παραλογισάμενοι· τὸν δʼ Ἄππιον ἐπεσπῶντο καὶ τούτῳ τὴν πόλιν ἐνεχείριζον.
マメルティノイは、すでにアクロポリスを占拠していたカルタゴの将軍を、ある時は脅しつけ、ある時は欺くことによって追い出し、アッピウスを招き入れて彼に都市を引き渡した。
§1.11.5Καρχηδόνιοι δὲ τὸν μὲν στρατηγὸν αὐτῶν ἀνεσταύρωσαν, νομίσαντες αὐτὸν ἀβούλως, ἅμα δʼ ἀνάνδρως προέσθαι τὴν ἀκρόπολιν·
カルタゴ人は、自分たちの将軍が思慮を欠き、また同時に卑怯にもアクロポリスを放棄したと考え、彼を磔刑に処した。
§1.11.6αὐτοὶ δὲ τῇ μὲν ναυτικῇ δυνάμει περὶ Πελωριάδα στρατοπεδεύσαντες, τῷ δὲ πεζῷ στρατεύματι περὶ τὰς Σύνεις καλουμένας ἐνεργῶς προσέκειντο τῇ Μεσσήνῃ.
そして彼ら自身は、海軍はペロリアス岬の周辺に布陣させ、陸軍はシュネイスと呼ばれる場所の周辺でメッセネに精力的に攻撃を加えた。
§1.11.7κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἱέρων νομίσας εὐφυῶς ἔχειν τὰ παρόντα πρὸς τὸ τοὺς βαρβάρους τοὺς τὴν Μεσσήνην κατέχοντας ὁλοσχερῶς ἐκβαλεῖν ἐκ τῆς Σικελίας, τίθεται πρὸς τοὺς Καρχηδονίους συνθήκας.
この時、ヒエロンは、メッセネを占拠している蛮族どもをシケリアから完全に追い出すために、現状が絶好の機会であると考え、カルタゴ人と同盟条約を結んだ。
§1.11.8καὶ μετὰ ταῦτʼ ἀναζεύξας ἐκ τῶν Συρακουσῶν ἐποιεῖτο τὴν πορείαν ἐπὶ τὴν προειρημένην πόλιν·
そしてこの後、彼はシュラクサイから出発して、前述の都市へと進軍した。
καταστρατοπεδεύσας δʼ ἐκ θατέρου μέρους περὶ τὸ Χαλκιδικὸν ὄρος καλούμενον ἀπέκλεισε καὶ ταύτης τῆς ἐξόδου τοὺς ἐν τῇ πόλει.
そして反対側の、カルキディコン山と呼ばれる山の周辺に陣を敷き、都市にいる人々に対して、この出口をも遮断した。
§1.11.9ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων Ἄππιος νυκτὸς καὶ παραβόλως περαιωθεὶς τὸν πορθμὸν ἧκεν εἰς τὴν Μεσσήνην.
ローマの将軍アッピウスは、夜間に、危険を冒して海峡を渡り、メッセネに到着した。
§1.11.10ὁρῶν δὲ πανταχόθεν ἐνεργῶς προσηρεικότας τοὺς πολεμίους καὶ συλλογισάμενος ἅμα μὲν αἰσχράν, ἅμα δʼ ἐπισφαλῆ γίνεσθαι τὴν πολιορκίαν αὑτῷ, τῆς τε γῆς τῶν πολεμίων ἐπικρατούντων καὶ τῆς θαλάττης, §1.11.11τὸ μὲν πρῶτον διεπρεσβεύετο πρὸς ἀμφοτέρους, βουλόμενος ἐξελέσθαι τοῦ πολέμου τοὺς Μαμερτίνους· οὐδενὸς δὲ προσέχοντος αὐτῷ, §1.11.12τέλος ἐπαναγκαζόμενος ἔκρινε διακινδυνεύειν καὶ πρῶτον ἐγχειρεῖν τοῖς Συρακοσίοις.
敵が四方から精力的に迫っているのを目にし、また、敵が陸と海を支配しているために、包囲されることは自分にとって不名誉であると同時に危険でもあると判断したため、最初、彼は双方の元へ使節を派遣し、マメルティノイを戦争から救い出したいと考えたが、誰も彼に耳を傾けなかったため、ついに、やむを得ず、彼は危険を冒して戦うこと、そしてまずシュラクサイ人に攻撃を仕掛けることを決意した。
§1.11.13ἐξαγαγὼν δὲ τὴν δύναμιν παρέταξε πρὸς μάχην, ἑτοίμως εἰς τὸν ἀγῶνα συγκαταβάντος αὐτῷ καὶ τοῦ τῶν Συρακοσίων βασιλέως·
彼は軍を率いて出陣し、戦闘の陣を敷いた。 シュラクサイの王も、進んで彼との戦いに加わった。
§1.11.14ἐπὶ πολὺν δὲ χρόνον διαγωνισάμενος ἐπεκράτησεν τῶν πολεμίων καὶ κατεδίωξε τοὺς ὑπεναντίους ἕως εἰς τὸν χάρακα πάντας.
長い間激しく戦い抜いた末、彼は敵を圧倒し、対抗する者たちすべてを陣営の中まで追撃した。
§1.11.15Ἄππιος μὲν οὖν σκυλεύσας τοὺς νεκροὺς ἐπανῆλθεν πάλιν εἰς τὴν Μεσσήνην.
こうしてアッピウスは死体から武具を剥ぎ取り、再びメッセネに帰還した。
ὁ δʼ Ἱέρων ὀττευσάμενός τι περὶ τῶν ὅλων πραγμάτων, ἐπιγενομένης τῆς νυκτὸς ἀνεχώρησε κατὰ σπουδὴν
一方のヒエロンは、全体の形勢について不吉な前兆を感じ取り、夜が来ると急いで撤退した。