§1.13.1ἀφεμένους δὲ τούτων λέγειν ὥρα περὶ τῶν προκειμένων, ἐπὶ βραχὺ καὶ κεφαλαιωδῶς προεκθεμένους τὰς ἐν τῇ προκατασκευῇ πράξεις.
したがって、これらを離れて、予備的叙述における出来事について手短にかつ概括的にあらかじめ提示した上で、提示された主題について語る時である。
§1.13.2ὧν εἰσι πρῶται κατὰ τὴν τάξιν αἱ γενόμεναι Ῥωμαίοις καὶ Καρχηδονίοις ἐν τῷ περὶ Σικελίας πολέμῳ.
そのうち順序において最初のものは、シケリアをめぐる戦争においてローマ人とカルタゴ人の間に起こった出来事である。
§1.13.3ταύταις συνεχὴς ὁ Λιβυκὸς πόλεμος· ᾧ συνάπτει τὰ κατʼ Ἰβηρίαν Ἀμίλκᾳ, μετὰ δὲ τοῦτον Ἀσδρούβᾳ πραχθέντα καὶ Καρχηδονίοις.
これに続くのがリビア戦争であり、それにはイベリアにおいてアミルカルによって、また彼の後にはハスドルバルによって、そしてカルタゴ人によって成し遂げられた事績が結びついている。
§1.13.4οἷς ἐγένετο κατὰ τὸν αὐτὸν καιρὸν ἡ πρώτη Ῥωμαίων διάβασις εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης, ἐπὶ δὲ τοῖς προειρημένοις οἱ πρὸς τοὺς ἐν Ἰταλίᾳ Κελτοὺς ἀγῶνες.
これらと同じ時期に、ローマ人のイリュリアおよびヨーロッパのこれらの地域への最初の渡海が行われ、さらに前述の事柄に続いて、イタリアのケルト人との戦いが起こった。
§1.13.5τούτοις δὲ κατὰ τὸν αὐτὸν καιρὸν παρὰ τοῖς Ἕλλησιν ὁ Κλεομενικὸς καλούμενος ἐνηργεῖτο πόλεμος, εἰς ὃν καὶ τὴν καταστροφὴν ἐποιησάμεθα τῆς ὅλης κατασκευῆς καὶ τῆς δευτέρας βύβλου.
これらと同じ時期にギリシア人の間では、いわゆるクレオメネス戦争が戦われており、私たちはこの戦争をもって予備的叙述全体および第2巻の締めくくりとした。
§1.13.6τὸ μὲν οὖν ἐξαριθμεῖσθαι τὰ κατὰ μέρος ὑπὲρ τῶν προειρημένων πράξεων οὐδὲν οὔθʼ ἡμῖν ἀναγκαῖον οὔτε τοῖς ἀκούουσι χρήσιμον.
したがって、前述の出来事について一々詳細に数え上げることは、私たちにとって必要ではなく、読者にとっても有益ではない。
§1.13.7οὐ γὰρ ἱστορεῖν ὑπὲρ αὐτῶν προτιθέμεθα, μνησθῆναι δὲ κεφαλαιωδῶς προαιρούμεθα χάριν τῆς προκατασκευῆς τῶν μελλουσῶν ὑφʼ ἡμῶν ἱστορεῖσθαι πράξεων.
というのも、私たちはそれら自体について歴史を叙述することを目論んでいるのではなく、私たちがこれから記述しようとする出来事の予備的導入のために、概括的に言及することを選んでいるからである。
§1.13.8διόπερ ἐπὶ κεφαλαίων ψαύοντες κατὰ τὸ συνεχὲς τῶν προειρημένων πειρασόμεθα συνάψαι τὴν τελευτὴν τῆς προκατασκευῆς τῇ τῆς ἡμετέρας ἱστορίας ἀρχῇ καὶ προθέσει.
それゆえ、主要な点に触れつつ前述の事柄の連続性に従って、私たちは予備的叙述の結びを、私たちの歴史記述の始まりと主題とに結びつけるよう努める。
§1.13.9τοῦτον γὰρ τὸν τρόπον συνεχοῦς γινομένης τῆς διηγήσεως, ἡμεῖς τε δόξομεν εὐλόγως ἐφάπτεσθαι τῶν ἤδη προϊστορημένων ἑτέροις, τοῖς τε φιλομαθοῦσιν ἐκ τῆς τοιαύτης οἰκονομίας εὐμαθῆ καὶ ῥᾳδίαν ἐπὶ τὰ μέλλοντα ῥηθήσεσθαι παρασκευάσομεν τὴν ἔφοδον.
このようにして叙述が途切れのないものとなれば、私たちは他者によってすでに記述された歴史に無理なく繋がっているように見えるだろうし、知識を欲する読者にとっても、このような叙述構成によって、これから語られる事柄へのアプローチを、わかりやすく容易なものにすることができるからである。
§1.13.10βραχὺ δʼ ἐπιμελέστερον πειρασόμεθα διελθεῖν ὑπὲρ τοῦ πρώτου συστάντος πολέμου Ῥωμαίοις καὶ Καρχηδονίοις περὶ Σικελίας.
ただし、シケリアをめぐってローマ人とカルタゴ人の間に最初に勃発した戦争については、少しばかり入念に説明するよう努めたい。
§1.13.11οὔτε γὰρ πολυχρονιώτερον τούτου πόλεμον εὑρεῖν ῥᾴδιον οὔτε παρασκευὰς ὁλοσχερεστέρας οὔτε συνεχεστέρας πράξεις οὔτε πλείους ἀγῶνας οὔτε περιπετείας μείζους τῶν ἐν τῷ προειρημένῳ πολέμῳ συμβάντων ἑκατέροις.
というのも、この戦争よりも長期にわたる戦争を見出すことは容易ではなく、また、前述の戦争において双方の当事者に起こった出来事よりも大規模な軍備や、絶え間のない軍事行動、より多くの戦闘、さらには大きな運命の劇的変化を見出すことも容易ではないからである。
§1.13.12αὐτά τε τὰ πολιτεύματα κατʼ ἐκείνους τοὺς καιροὺς ἀκμὴν ἀκέραια μὲν ἦν τοῖς ἐθισμοῖς, μέτρια δὲ ταῖς τύχαις, πάρισα δὲ ταῖς δυνάμεσιν.
さらに、当時において国家体制それ自体も、その社会慣習においては未だ健全であり、その財産においては中庸であり、実力においてはほぼ互角であった。
§1.13.13διὸ καὶ τοῖς βουλομένοις καλῶς συνθεάσασθαι τὴν ἑκατέρου τοῦ πολιτεύματος ἰδιότητα καὶ δύναμιν οὐχ οὕτως ἐκ τῶν ἐπιγενομένων πολέμων ὡς ἐκ τούτου ποιητέον τὴν σύγκρισιν.
それゆえ、双方の国家体制の特徴と実力とを十分に観察したいと望む人々にとって、比較は、その後に起こった戦争からよりも、むしろこの戦争に基づいてなされるべきなのである。