§1.10.1οἱ δὲ Μαμερτῖνοι πρότερον μὲν ἐστερημένοι τῆς ἐπικουρίας τῆς ἐκ τοῦ Ῥηγίου, καθάπερ ἀνώτερον εἶπον, τότε δὲ τοῖς ἰδίοις πράγμασιν ἐπταικότες ὁλοσχερῶς διὰ τὰς νῦν ῥηθείσας αἰτίας, οἱ μὲν ἐπὶ Καρχηδονίους κατέφευγον καὶ τούτοις ἐνεχείριζον σφᾶς αὐτοὺς καὶ τὴν ἄκραν,
マメルティノイは、以前は、私が上で述べたようにレギオンからの援助を奪われていたが、その時は今述べたような理由によって自らの状況が完全に破綻していたため、一方の者たちはカルタゴ人に泣きつき、彼らに自分たち自身とアクロポリスを引き渡した。
§1.10.2οἱ δὲ πρὸς Ῥωμαίους ἐπρέσβευον, παραδιδόντες τὴν πόλιν καὶ δεόμενοι βοηθήσειν σφίσιν αὐτοῖς ὁμοφύλοις ὑπάρχουσιν.
また他方の者たちはローマ人へ使節を送って、都市を引き渡すとともに、同族である自分たちを援助してくれるよう求めた。
§1.10.3Ῥωμαῖοι δὲ πολὺν μὲν χρόνον ἠπόρησαν διὰ τὸ δοκεῖν ἐξόφθαλμον εἶναι τὴν ἀλογίαν τῆς βοηθείας.
ローマ人は長い間苦慮した。 援助することの不条理さが明白であると思われたからである。
§1.10.4τὸ γὰρ μικρῷ πρότερον τοὺς ἰδίους πολίτας μετὰ τῆς μεγίστης ἀνῃρηκότας τιμωρίας, ὅτι Ῥηγίνους παρεσπόνδησαν, παραχρῆμα Μαμερτίνοις βοηθεῖν ζητεῖν τοῖς τὰ παραπλήσια πεποιηκόσιν οὐ μόνον εἰς τὴν Μεσσηνίων, ἀλλὰ καὶ τὴν Ῥηγίνων πόλιν, δυσαπολόγητον εἶχε τὴν ἁμαρτίαν.
というのも、少し前に、レギオンの者たちを裏切ったという理由で自らの市民たちを最大の処罰をもって処刑したばかりなのに、それとほぼ同様のことをメッセネの都市だけでなくレギオンの都市に対しても行ったマメルティノイを、ただちに援助しようとすることは、弁明困難な過失を孕んでいたからである。
§1.10.5οὐ μὴν ἀγνοοῦντές γε τούτων οὐδέν, θεωροῦντες δὲ τοὺς Καρχηδονίους οὐ μόνον τὰ κατὰ τὴν Λιβύην, ἀλλὰ καὶ τῆς Ἰβηρίας ὑπήκοα πολλὰ μέρη πεποιημένους, ἔτι δὲ τῶν νήσων ἁπασῶν ἐγκρατεῖς ὑπάρχοντας τῶν κατὰ τὸ Σαρδόνιον καὶ Τυρρηνικὸν πέλαγος, ἠγωνίων, εἰ Σικελίας ἔτι κυριεύσαιεν, §1.10.6μὴ λίαν βαρεῖς καὶ φοβεροὶ γείτονες αὐτοῖς ὑπάρχοιεν, κύκλῳ σφᾶς περιέχοντες καὶ πᾶσι τοῖς τῆς Ἰταλίας μέρεσιν ἐπικείμενοι.
しかしながら、彼らはこれらのことを何一つ知らぬわけではなかったが、カルタゴ人がリビュアだけでなく、イベリアの多くの従属地をも手中に収め、さらにサルディニア海やティレニア海にある島々をすべて支配下に置いているのを目にして、もしシケリアまでも支配することになれば、自分たちを包囲し、イタリアのあらゆる地方に圧力をかけるような、極めて厄介で恐るべき隣人になるのではないかと恐れた。
§1.10.7διότι δὲ ταχέως ὑφʼ αὑτοὺς ποιήσονται τὴν Σικελίαν, μὴ τυχόντων ἐπικουρίας τῶν Μαμερτίνων, προφανὲς ἦν.
そして、もしマメルティノイが援助を得られなければ、彼らが速やかにシケリアを支配下に置くであろうことは明白であった。
§1.10.8κρατήσαντες γὰρ ἐγχειριζομένης αὐτοῖς τῆς Μεσσήνης ἔμελλον ἐν ὀλίγῳ χρόνῳ τὰς Συρακούσας ἐπανελέσθαι διὰ τὸ πάσης σχεδὸν δεσπόζειν τῆς ἄλλης Σικελίας.
なぜなら、メッセネが自分たちの手に委ねられれば、彼らはそれを手中に収めることで、他のほぼすべてのシケリアを支配しているがゆえに、短期間のうちにシュラクサイをも滅ぼすことになるからである。
§1.10.9ὃ προορώμενοι Ῥωμαῖοι καὶ νομίζοντες ἀναγκαῖον εἶναι σφίσι τὸ μὴ προέσθαι τὴν Μεσσήνην μηδʼ ἐᾶσαι Καρχηδονίους οἱονεὶ γεφυρῶσαι τὴν εἰς Ἰταλίαν αὑτοῖς διάβασιν,
このことを見越し、メッセネを見捨てず、カルタゴ人にイタリアへの渡航をいわば橋渡しさせるのを許さないことが自分たちにとって不可欠であると考えたローマ人たちは、