§1.9.1μενος ἐλπίδων ἢ κατὰ τὴν στρατηγίαν.
(すなわち)将軍職に見合う以上の希望を(追い求めていること)であった。
θεωρῶν γὰρ τοὺς Συρακοσίους, ἐπειδὰν ἐκπέμψωσι τὰς δυνάμεις καὶ τοὺς ἄρχοντας μετὰ τῶν δυνάμεων, αὐτοὺς ἐν αὑτοῖς στασιάζοντας καὶ καινοτομοῦντας αἰεί τι,
というのも、彼は、シュラクサイ人たちが軍隊と、その軍隊を率いる将軍たちを派遣するたびに、自分たちの間で内紛を起こし、常に何か新しい不穏な企てをすることを目にしていたからである。
§1.9.2τὸν δὲ Λεπτίνην εἰδὼς καὶ τῇ προστασίᾳ καὶ τῇ πίστει πολὺ διαφέροντα τῶν ἄλλων πολιτῶν, εὐδοκιμοῦντα δὲ καὶ παρὰ τῷ πλήθει διαφερόντως, συνάπτεται κηδείαν πρὸς αὐτόν, βουλόμενος οἷον ἐφεδρείαν ἀπολιπεῖν ἐν τῇ πόλει τοῦτον, ὅτʼ αὐτὸν ἐξιέναι δέοι μετὰ τῶν δυνάμεων ἐπὶ τὰς πράξεις.
また、レプティネスがその影響力と信頼において他の市民をはるかに凌駕しており、民衆の間でも際立って評判が良いことを知っていたので、彼と姻戚関係を結んだ。 これは、自分が軍隊を率いて軍事行動に出発せねばならない時に、この者を都市におけるいわば守備隊として残しておきたいと望んだからであった。
§1.9.3γήμας δὲ τὴν θυγατέρα τοῦ προειρημένου καὶ συνθεωρῶν τοὺς ἀρχαίους μισθοφόρους καχέκτας ὄντας καὶ κινητικοὺς ἐξάγει στρατείαν ὡς ἐπὶ τοὺς βαρβάρους τοὺς τὴν Μεσσήνην κατασχόντας.
上述の人物の娘を娶り、また古い傭兵たちが不満を抱き反乱を起こしやすい状態にあることを見抜くと、彼はメッセネを占拠しているバルバロイに対してであるかのように装って遠征軍を率い出した。
§1.9.4ἀντιστρατοπεδεύσας δὲ περὶ Κεντόριπα καὶ παραταξάμενος περὶ τὸν Κυαμόσωρον ποταμὸν τοὺς μὲν πολιτικοὺς ἱππεῖς καὶ πεζοὺς αὐτὸς ἐν ἀποστήματι συνεῖχεν, ὡς κατʼ ἄλλον τόπον τοῖς πολεμίοις συμμίξων, τοὺς δὲ ξένους προβαλόμενος εἴασε πάντας ὑπὸ τῶν βαρβάρων διαφθαρῆναι·
ケントリパ付近に対陣し、クアモソロス川の近くで戦列を敷くと、市民からなる騎兵と歩兵については、別の場所で敵と交戦するかのように見せかけて、自ら距離を置いて引き留め、一方で外国人たちを前方へと突き出して、彼らが皆バルバロイによって滅ぼされるがままにした。
§1.9.5κατὰ δὲ τὸν τῆς ἐκείνων τροπῆς καιρὸν ἀσφαλῶς αὐτὸς ἀπεχώρησεν μετὰ τῶν πολιτῶν εἰς τὰς Συρακούσας.
そして、彼らが敗走する混乱に乗じて、彼自身は市民兵とともに安全にシュラクサイへと退却した。
§1.9.6συντελεσάμενος δὲ τὸ προκείμενον πραγματικῶς καὶ παρῃρηκὼς πᾶν τὸ κινητικὸν καὶ στασιῶδες τῆς δυνάμεως, ξενολογήσας διʼ αὑτοῦ πλῆθος ἱκανὸν μισθοφόρων, ἀσφαλῶς ἤδη τὰ κατὰ τὴν ἀρχὴν διεξῆγεν.
計画していた目的を効果的に達成し、軍隊の中の不穏で反乱を起こしやすい分子をすべて取り除いたので、彼は自ら十分な数の傭兵を新規に募り、今や安全に支配を執り行った。
§1.9.7θεωρῶν δὲ τοὺς βαρβάρους ἐκ τοῦ προτερήματος θρασέως καὶ προπετῶς ἀναστρεφομένους, καθοπλίσας καὶ γυμνάσας ἐνεργῶς τὰς πολιτικὰς δυνάμεις ἐξῆγεν καὶ συμβάλλει τοῖς πολεμίοις ἐν τῷ Μυλαίῳ πεδίῳ περὶ τὸν Λογγανὸν καλούμενον ποταμόν.
しかし、バルバロイが先の勝利によって大胆かつ無謀に行動しているのを見て、市民軍をしっかりと武装させ熱心に訓練した上で出陣し、ミュライオン平原の、ロンガノスと呼ばれる川の近くで敵と交戦した。
§1.9.8τροπὴν δὲ ποιήσας αὐτῶν ἰσχυρὰν καὶ τῶν ἡγεμόνων ἐγκρατὴς γενόμενος ζωγρίᾳ τὴν μὲν τῶν βαρβάρων κατέπαυσε τόλμαν, αὐτὸς δὲ παραγενόμενος εἰς τὰς Συρακούσας βασιλεὺς ὑπὸ πάντων προσηγορεύθη τῶν συμμάχων.
そして彼らを激しく敗走させ、その指導者たちを生け捕りにして手中に収めることで、バルバロイの大胆さをくじき、彼自身はシュラクサイに帰還して、すべての同盟者たちから王と呼びかけられた。